Book 1
6.4
τοῖς δὲ ἀπʼ ἐκείνων τῶν ἰσοθέων ἀνδρῶν νῦν τε οἶσι καὶ ὕστερον ἐσομένοις μὴ τὸν ἥδιστόν τε καὶ ῥᾷστον αἱρεῖσθαι τῶν βίων, ἀλλὰ τὸν εὐγενέστατον καὶ φιλοτιμότατον, ἐνθυμουμένους ὅτι τοὺς εἰληφότας καλὰς τὰς πρώτας ἐκ τοῦ γένους ἀφορμὰς μέγα ἐφʼ ἑαυτοῖς προσήκει φρονεῖν καὶ μηδὲν ἀνάξιον ἐπιτηδεύειν τῶν προγόνων·
6.5
ἐμοὶ δὲ, ὃς οὐχὶ κολακείας χάριν ἐπὶ ταύτην ἀπέκλινα τὴν πραγματείαν, ἀλλὰ τῆς ἀληθείας καὶ τοῦ δικαίου προνοούμενος, ὧν δεῖ στοχάζεσθαι πᾶσαν ἱστορίαν, πρῶτον μὲν ἐπιδείξασθαι τὴν ἐμαυτοῦ διάνοιαν, ὅτι χρηστὴ πρὸς ἅπαντας ἀνθρώπους ἐστὶ τοὺς ἀγαθοὺς καὶ φιλοθεώρους τῶν καλῶν ἔργων καὶ μεγάλων· ἔπειτα χαριστηρίους ἀμοιβάς, ἃς ἐμοὶ δύναμις ἦν, ἀποδοῦναι τῇ πόλει, παιδείας τε μεμνημένῳ καὶ τῶν ἄλλων ἀγαθῶν ὅσων ἀπέλαυσα διατρίψας ἐν αὐτῇ.
7.1
ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῆς προαιρέσεως λόγον ἔτι βούλομαι καὶ περὶ τῶν ἀφορμῶν εἰπεῖν, αἷς ἐχρησάμην ὅτʼ ἔμελλον ἐπιχειρεῖν τῇ γραφῇ· ἴσως γὰρ οἱ προανεγνωκότες Ἱερώνυμον ἢ Τίμαιον ἢ Πολύβιον ἢ τῶν ἄλλων τινὰ συγγραφέων, ὑπὲρ ὧν ἐποιησάμην λόγον ὀλίγῳ πρότερον ὡς ἐπισεσυρκότων τὴν γραφήν, πολλὰ τῶν ὑπʼ ἐμοῦ γραφομένων οὐχ εὑρηκότες παρʼ ἐκείνοις κείμενα σχεδιάζειν υπολήψονταί με καὶ πόθεν ἡ τούτων γνῶσις εἰς ἐμὲ παραγέγονεν ἀξιώσουσι μαθεῖν. ἵνα δὴ μὴ τοιαύτη δόξα παραστῇ τισι περὶ ἐμοῦ, βέλτιον ἀφʼ ὧν ὡρμήθην λόγων τε καὶ