Thesauros Literature History Acies Contra Alanos

Acies Contra Alanos

Acies Contra Alanos Arrian
29 τοῖς ἐπιστρέφουσιν. ὁμοῦ δὲ οἵ τε Ἀρμένιοι τοξόται ἐπελαύνοντες τοξευόντων, ὡς μὴ παρασχεῖν ἀναστροφὴν τοῖς φεύγουσι, καὶ οἱ λογχοφόροι οἱ γυμνῆτες δρόμῳ ἑπέσθων· μένειν δὲ μηδὲ τὴν πεζικὴν τάξιν ἐν χώρᾳ ἔτι, ἀλλὰ προχωρεῖν θᾶττον ἢ βάδην, ὡς εἴ τι καρτερώτερον ἀπαντῴη ἀπὸ τῶν πολεμίων, αὖθις εἶναι προβολὴν πρὸ τῶν ἱππέων. τάδε μὲν γίγνεσθαι, εἰ ἀπὸ τὴς πρώτης προσβολῆς
30 φυγὴ κατάσχοι τοὺς ἐναντίους· εἰ δὲ ἐπιστραφέντες ἐς κύκλους ὑπὲρ τὰ κέρατα παρελαύνειν ἐθέλοιεν, ἀνατείνεσθαι ἐς τὰ ὑπερδεξιώτερα ἔτι τὰ κέρατα αὐτῆς τῆς ψιλῆς τοξείας· ὡς οὐ δοκιμάζω μήποτε ἀσθενῆ τῇ ἀνατάσει τὰ κέρατα γιγνόμενα ἰδόντες διʼ αὐτῶν ὤσωνται καὶ διακόψωσι τὸ πεζικόν.
31 ὑπερβαλλόντων δὲ τὰ κέρατα ἑκάτερα ἢ ὁπότερον οὖν,πᾶσα ἤδη ἀνάγκη πλαγίους μὲν αὐτοῖς γίγνεσθαι τοὺς ἵππους, πλαγίους δὲ τοὺς κοντούς. ἐνταῦθα δὴ ἐμβαλλόντων ἐς αὐτοὺς οἱ ἱππῆς, μὴ ἀκοντισμῷ ἔτι ἀλλὰ ταῖς σπάθαις αὖ συμφερόμενοι, οἳ δὲ τοῖς πελέκεσιν. οἱ δὲ Σκύθαι γυμνοί τε ὄντες καὶ τοὺς ἵππους γυμνοὺς ἔχοντες
← Previous 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme