Thesauros Literature History Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
 
παραγωγὴ δʼ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη. κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.
 
ὅπως δʼ ἂν ἡ πορεία γίγνηται, εἴτε κατʼ ἐπαγωγὴν εἴτʼ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ· μονοπλεύρῳ μέν,
 
ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι. καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία
 
γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.
 
ἔτι δὲ ἀμφίστομος μὲν φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι·
 
διφαλαγγία δὲ ἀμφίστομος, ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἄχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους, τοὺς μὲν ἐν δεξιᾷ παραγωγῇ, τοὺς δὲ ἐν εὐωνύμῳ, τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους· ἀντίστομος δὲ διφαλαγγία, ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους, τοὺς οὐραγοὺς ἔξω τετραμμένους ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς.
 
ἑτερόστομος δὲ φάλαγξ ἐστὶν ἡ τὸ μὲν ἡγούμενον ἥμισυ ἐν τῇ πορείᾳ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ, τοῦτʼ ἔστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεος τῆς φάλαγγος τοὺς ἡγεμόνας ἐν δεξιᾷ
 
παραγωγῇ. ὁμοιόστομος δʼ ἐν τῇ πορείᾳ διφαλαγγία ἐστίν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους, ἢ ἐκ τῶν δεξιῶν ἢ ἐκ τῶν εὐωνύμων ἑκατέρας τῆς φάλαγγος.
 
ὅταν δὲ ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα πέρατα συνάψῃ, τὰ δὲ ἑπόμενα διαστήσῃ, τὸ τοιοῦτον ἔμβολον καλεῖται.
 
ἐπὰν δὲ ἡ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα πέρατα συνάψῃ, τὰ δὲ ἡγούμενα διαστήσῃ, τὸ τοιόνδε κοιλέμβολον καλεῖται.
 
πλαίσιον δὲ ὀνομάζεται ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἐν ἑτερομήκει
 
σχήματι· πλινθίον δέ, ὅταν ἐν τετραγώνῳ σχήματι ταὐτὸ τοῦτο πράξῃ, ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου πλαίσιον ἰσόπλευρον καλεῖ. καὶ ὑπερφαλάγγησιν μὲν ὀνομάζουσι τὴν καθʼ ἑκάτερον τὸ πέρας τῆς φάλαγγος ὑπεροχὴν ὑπὲρ τοὺς2πολεμίους, ὑπερκέρασιν δὲ τὴν καθʼ ἓν ὁπότερον οὖν κέρας.
 
καὶ τῇ μὲν ὑπερφαλαγγήσει ἡ ὑπερκέρασις ἑπομένη ἐστίν, ἀνάπαλιν δὲ οὔ.
 
οὕτω τοι κέρᾳ μὲν ὁποτέρῳ οὖν ὑπερέχειν καὶ ἐλάσσους κατὰ πλῆθος δυνατόν, καὶ ἐν ἴσῳ βάθει φυλάσσοντας τὴν πᾶσαν τάξιν· ὑπερφαλαγγῆσαι δὲ ἐν ἴσῳ τῷ πλήθει ἢ καὶ μείονι, μὴ ἐπὶ λεπτὸν ἐπεκτείναντα, οὐχ οἷόν τε. αἱ δὲ τῶν σκευοφόρων ἀγωγαὶ σὺν ἡγεμόνι γιγνέσθων.
 
τρόποι δὲ αὐτῶν πέντε· ἢ γὰρ ἡγεῖσθαι αὐτὰ χρὴ τῆς στρατιᾶς σὺν οἰκείᾳ φυλακῇ, ἢ ἕπεσθαι, ἢ ἐκ πλαγίου ἰέναι — καὶ τοῦτο δισσόν· ἢ γὰρ ἐκ δεξιῶν, ἢ ἐξ ἀριστερῶν —, ἢ ἐντὸς τῶν ὅπλων ἄγεσθαι.
 
πρὸ μὲν δὴ τῆς φάλαγγος χρὴ ἄγειν τὰ σκευοφόρα, ἐπειδὰν ἐκ πολεμίας ἀπάγῃς· ἑπόμενα δὲ τῇ φάλαγγι, ἐπειδὰν ἐς πολεμίαν ἐμβάλλῃς· παράγειν δὲ ἐν ὁποτέρᾳ οὖν, ἐπειδὰν τὰ πλάγια φοβώμεθα· ἐντὸς δὲ τῆς φάλαγγος, ἐὰν τὰ πανταχόθεν ὕποπτα ᾖ. τὰ δὲ παραγγέλματα χρὴ συντομώτατά τε ὡς οἷόν
 
τε καὶ σαφέστατα ποιεῖσθαι. ἔστα δὲ τοῦτο, εἰ ὅσα ἂν ἀμφιβόλως δέξασθαι δυνατοὶ ὦσιν οἱ στρατιῶται, ταῦτα φυλασσόμεθα.
 
αὐτίκα εἰ κλῖνον λέγοις προστιθεὶς τὸ ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα, οἱ ὀξέως κατακούειν εἰθισμένοι τῶν παραγγελμάτων ἄλλοι ἄλλο δεξάμενοι ἔπραξαν. οὔκουν ὧδε χρὴ λέγειν κλῖνον ἐπὶ δόρυ ἢ κλῖνον ἐπʼ ἀσπίδα, ἀλλʼ ἀναστρέψαντα ἐπὶ δόρυ κλῖνον ἤ ἐπʼ ἀσπίδα κλῖνον· οὕτω γὰρ σύμπαντες τὸ αὐτὸ ἀκούσονταί τε καὶ δράσουσιν.
 
οὔκουν οὐδὲ μεταβαλοῦ ἢ ἐξέλιξον χρὴ παραγγέλλειν· ταῦτα γὰρ τοῦ γένους τὴν πρᾶξιν δηλοῦντα ἐπὶ διάφορα ἔργα ἄξει τοὺς ἀκούοντας. ἀλλὰ τὰ εἴδη γὰρ προτακτέον πρὸ τῶν γενῶν, οἷον ἐπὶ δόρυ μεταβαλοῦ ἢ ἐπʼ ἀσπίδα.
 
καὶ αὖ ὧδε ἐροῦμεν τὸν Λάκωνα ἐξέλισσε, ἢ τὸν χόριον, ἢ τὸν Μακεδόνα. εἰ δὲ μὴ προσθεὶς ὅντινα, αὐτὸ μόνον ἐξέλισσε φαίης, ἄλλοι ἐπʼ ἄλλον ἐξελιγμὸν ἥξουσιν.
 
οὐδὲν δὲ ὡσαύτως ἀγαθὸν ἔν τε πορείαις καὶ ἐν μάχαις ὡς σιγὴ τοῦ παντὸς στρατεύματος. καὶ τοῦτό γε καὶ Ὅμηρος ἐν τῇ ποιήσει ἐδήλωσεν· περὶ μὲν γὰρ τῶν ἡγεμόνων τῶν Ἑλλήνων φησίν κέλευε δὲ οἷσιν ἕκαστος ἡγεμόνων περὶ δὲ τῆς στρατιᾶς οἱ δʼ ἄλλοι ἀκὴν ἴσαν ʽοὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν’ σιγῇ δειδιότες σημάντορας. τῶν δὲ δὴ βαρβάρων τὴν ἀταξίαν δηλῶσαι ἐθελήσας, κλαγγῇ καὶ ἐνοπῇ φησὶν ἰέναι τοὺς Τρῶας ἴσα καὶ ὄρνιθας. καὶ αὖ ἐν ἄλλοις ἔπεσι τῶν δʼ ὥστʼ ὀρνίθων πετεηνῶν φησίν ἔθνεα πολλά, χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων. καὶ ἐπεξελθὼν τῶν ὀρνίθων τὸν θόρυβον ὣς Τρώων ἀλαλητός φησίν ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς. ὑπὲρ δὲ τῶν Ἑλλήνων οἳ δʼ ἄρʼ ἴσαν σιγῇ φησίν μένεα πνείοντες Ἀχαιοί, ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. οὕτω γὰρ οἱ μὲν ἡγεμόνες ὀξέως παραγγελοῦσιν, ἡ δὲ στρατιὰ ὀξέως δέξεται τὰ ἐνδιδόμενα.
 
τὰ παραγγέλματα δὲ ἔστω τοιάδε. ἄγε ἐς τὰ ὅπλα. ὁ ὁπλοφόρος ἀπίτω ἀπὸ τῆς φάλαγγος. σίγα καὶ πρόσεχε τῷ παραγγελλομένῳ. ἄνω τὰ δόρατα. κάθες τὰ δόρατα. ὁ οὐραγὸς τὸν λόχον ἀπευθυνέτω. τήρει τά διαστήματα. ἐπὶ δόρυ κλῖνον. ἐπʼ ἀσπίδα κλῖνον. πρόαγε. ἐχέτω οὕτως. ἐς ὀρθὸν ἀπόδος. τὸ βάθος διπλασίαζε, ἀποκατάστησον. τὸν Λάκωνα ἐξέλισσε, ἀποκατάστησον. ἐπὶ δόρυ ἐκπερίσπα, ἀποκατάστησον. τάδε μέν,
 
ὥσπερ ἐν τέχνῃ, διʼ ὀλίγων ἐδήλωσα ἱκανὰ ὑπέρ γε τῶν πάλαι Ἑλληνικῶν τε καὶ Μακεδονικῶν τάξεων, ὅστις μηδὲ τούτων ἀπείρως ἐθέλοι ἔχειν· ἐγὼ δὲ τὰ ἱππικὰ γυμνάσια,
 
ὅσα Ῥωμαῖοι ἱππῆς γυμνάζονται, ἐν τῷ παρόντι ἐπεξελθών, ὅτι τὰ πεζικὰ ἔφθην δηλῶσαι ἐν τῇ συγγραφῇ ἥντινα ὑπὲρ αὐτοῦ τοῦ βασιλέως συνέγραψα, τέλος ποιήσομαι τοῦ λόγου τοῦ τακτικοῦ. καίτοι οὐκ ἀγνοῶ χαλεπὴν ἐσομένην τὴν δήλωσιν
 
τῶν ὀνομάτων ἑκάστων, ὅτι οὐδὲ αὐτοῖς Ῥωμαίοις τὰ πολλὰ τῆς πατρίου φωνῆς ἔχεται ἀλλʼ ἔστιν ἃ τῆς Ἰβήρων ἢ Κελτῶν, ἐπεὶ τὰ πράγματα αὐτὰ Κελτικὰ ὄντα προσέλαβον, εὐδοκιμήσαντος αὐτοῖς ἐν ταῖς μάχαις τοῦ Κελτῶν ἱππικοῦ.
 
εἰ γάρ τοι ἐπʼ ἄλλῳ τῳ, καὶ ἐπὶ τῷδε ἄξιοι ἐπαινεῖσθαι Ῥωμαῖοι, ὅτι οὐ τὰ οἰκεῖα καὶ πάτρια οὕτω τι ἠγάπησαν, ὡς τὰ πανταχόθεν καλὰ ἐπιλεξάμενοι οἰκεῖα σφίσιν ἐποιήσαντο.
 
οὕτω τοι εὕροις ἂν καὶ ὁπλίσεις τινὰς παρʼ ἄλλων λαβόντας — καὶ ἤδη Ῥωμαϊκαὶ ὀνομάζονται, ὅτι κράτιστα Ῥωμαῖοι αὐταῖς ἐχρήσαντο —, καὶ γυμνάσια στρατιωτικὰπαρʼ ἄλλων, καὶ θρόνους τοὺς τῶν ἀρχόντων καὶ ἐσθῆτα τὴν περιπόρφυρον. οἳ δὲ καὶ θεοὺς αὐτοὺς ἄλλους παρʼ ἄλλων λαβόντες
 
ὡς οἰκείους σέβουσιν. τὰ γοῦν ἐπʼ αὐτοῖς δρώμενα ἐς τοῦτο ἔτι τὰ μὲν Ἀχαιῶν νόμῳ δρᾶσθαι λέγεται, τὰ δὲ κοινῷ Ἑλλήνων. δρᾶται δὲ ἔστιν ἃ καὶ Φρύγια· καὶ γὰρ ἡ Ῥέα αὐτοῖς ἡ Φρυγία τιμᾶται ἐκ Πεσσινοῦντος ἐλθοῦσα, καὶ τὸ πένθος τὸ ἀμφὶ τῷ Ἄττῃ Φρύγιον ὂν ἐν Ῥώμῃ πενθεῖται, καὶ τὸ λουτρὸν δʼ ἡ Ῥέα, ἀφʼ οὗ τοῦ πένθους λήγει, Φρυγῶν νόμῳ λοῦται.
 
καὶ μὴν τῶν νόμων, οὓς ἐν ταῖς δώδεκα δέλτοις τὰ πρῶτα ἐγράψαντο, τοὺς πολλοὺς εὕροις ἂν παρʼ Ἀθηναίων λαβόντας.
 
καὶ ταῦτα πολὺ ἂν ἔργον εἴη ἐπεξιέναι, ὅπως τε ἕκαστα ἔχουσι καὶ παρὰ τίνων προσποιηθέντα· ἐμοὶ δὲ ὑπὲρ τῶν γυμνασίων τῶν ἱππικῶν ὥρα ἤδη λέγειν.
 
τὸ μὲν χωρίον, ἵναπερ τὰ γυμνάσια αὐτοῖς τελεῖται, οὐχ ὁμαλὸν ἐπιλέγονται μόνον, ἀλλʼ ἐς τοσόνδε προσεξεργάζονται, ὥστε σκάπτειν τε τὸ μέσον αὐτοῦ ἐς βάθος αύμμετρον καὶ τὰς βώλους συγκόπτειν ἐς λεπτότητά τε καὶ μαλθακότητα, ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα.
 
αὐτοὶ δὲ ὡπλισμένοι παριᾶσι κράνεσι μὲν σιδηροῖς ἢ χαλκοῖς κεχρυσωμένοις, ὅσοι κατʼ ἀξίωσιν αὐτῶν διαπρεπεῖς ἢ καθʼ ἱππικὴν διαφέροντες, ὡς καὶ αὐτῷ τούτῳ ἐπάγειν ἐπὶ σφᾶς τῶν θεωμένων τὰς ὄψεις.
 
τὰ κράνη δὲ ταῦτα οὐ καθάπερ τὰ ἐς μάχην πεποιημένα πρὸ τῆς κεφαλῆς καὶ τῶν παρειῶν προβέβληται μόνον, ἀλλʼ ἴσα πάντη τοῖς προσώποις πεποίηται τῶν ἱππέων, ἀνεῳγότα κατὰ τοὺς ὀφθαλμούς, ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει.
 
χαῖται δὲ ἀπήρτηνται αὐτῶν ξανθαί, οὐκ ἐπὶ χρείᾳ μᾶλλόν τι ἢ ἐς κάλλος τοῦ ἔργου· καὶ αὗται ἐν ταῖς ἐπελάσεσιν τῶν ἵππων, εἰ καὶ ὀλίγη πνοὴ τύχοι, ἡδίους φαίνονται ἀπαιωρούμεναι.
 
καὶ θυρεοὺς δὲ φέρουσιν, οὐχ οὕσπερ ἐς τὰς μάχας, ἀλλὰ τῷ βάρει κουφοτέρους, ἅτε ἐπʼ ὀξύτητι καὶ κάλλει τὰς μελέτας ποιούμενοι, καὶ ἐς ἡδονὴν πεποικιλμένους· ἀντὶ δὲ τῶν θωράκων
 
Κιμμερικὰ χιτώνια,ἴσα καὶ ὅμοια τοῖς θώραξιν, τὴν δὲ χρόαν οἳ μὲν κόκκου, οἳ δὲ ὑακίνθου, οἳ δὲ ἄλλῃ καὶ ἄλλῃ πεποικιλμένα·
 
ἀναξυρίδας δὲ περὶ τοῖν σκελοῖν, οὐ καθάπερ Παρθυαῖοι καὶ Ἀρμένιοι κεχαλασμένας, ἀλλὰ προσεσφιγμένας τοῖν σκελοῖν. ἵπποι δὲ αὐτοῖς προμετωπιδίοις μὲν ἐς ἀκρίβειαν πεφραγμένοι εἰσί, παραπλευριδίων δὲ οὐδὲν δέονται· ἀσίδηρα γὰρ ὄντα τὰ ἐπὶ τῇ μελέτῃ ἀκόντια τοὺς μὲν ὀφθαλμοὺς τῶν ἵππων κακόν τι ἂν ἀπεργάσαιτο, ταῖς πλευραῖς δὲ αὐτῶν ἄλλως τε καὶ τοῖς ἐφιππίοις τὸ πολὺ μέρος σκεπομέναις ἀβλαβῆ προσπίπτει. πρῶτον μὲν δὴ ἐπέλασις αὐτοῖς ἐς τὸ ἀποδεδειγμένον
 
πεδίον γίγνεται ὡς διαπρεπέστατα ἐς κάλλος καὶ λαμπρότητα ἠσκημένη, ὁπόθεν ἂν μάλιστα ἐκ τοῦ ἀφανοῦς ἐξελαύνειν δόξειαν καὶ μὴ ἁπλῆν ἀλλʼ ὡς ἔνι ποικίλην τὴν ἐκδρομὴν ποιεῖσθαι.
 
σημείοις δὲ διακεκριμένοις ἐπελαύνουσιν, οὐ τοῖς Ῥωμαϊκοῖς μόνον ἀλλὰ καὶ τοῖς Σκυθικοῖς, τοῦ ποικιλωτέραν τε καὶ ἅμα φοβερωτέραν γίγνεσθαι τὴν ἐπέλασιν.
 
τὰ Σκυθικὰ δὲ σημεῖά ἐστιν ἐπὶ κοντῶν ἐν μήκει συμμέτρῳ δράκοντες ἀπαιωρούμενοι. ποιοῦνται δὲ ξυρραπτοὶ ἐκ ῥακῶν βεβαμμένων, τάς τε κεφαλὰς καὶ τὸ σῶμα τᾶν ἔστε ἐπὶ τὰς οὐρὰς εἰκασμένοι ὄφεσιν, ὡς φοβερώτατα οἷόν τε εἰκασθῆναι. καὶ τὰ σοφίσματα ταῦτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme