Thesauros Literature History Τέχνη τακτική

Τέχνη τακτική

Τέχνη τακτική Arrian
23.2 Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν· Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν
23.3 ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. ὁ δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς
23.4 φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δʼ ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθʼ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ, καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.
23.5 οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτελέσαι καρτερόν· ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.
23.6 εἰ δὲ μὴ παρέχοι κατὰ μείζω μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίσσουσι.
24.1 καὶ ὁ μὲν κατὰ στίχους ἐξελιγμὸς Μακεδὼν αὖ καλεῖται, ἐπειδὰν ὁ λοχαγὸς μὲν μεταβάλληται, οἱ δὲ ὀπίσω ἐκ δόρατος παραπορευόμενοι ἐφεξῆς ἀλλήλων ἱστῶνται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme