18.1
εἰ τοίνυν ὁ ἀριθμὸς εἴη τῶν ἱππέων ἐς ὅσον ὑπεθέμεθα, ἀποδεόντων τῶν τε ὁπλιτῶν καὶ τοῦ τῶν ψιλῶν πλήθους, εἴη ἂν ἐς τετρακισχιλίους καὶ ἓξ καὶ ἐνενήκοντα ἱππέας.
18.2
ἴλην δʼ ἑκάστην ἐποίουν ἐκ τοσοῦδε ἀριθμοῦ ἑξήκοντα καὶ τεσσάρων ἱππέων, καὶ ἰλάρχους τοὺς ἐφʼ ἑκάστῃ ἴλῃ τεταγμένους. αἱ δὲ δύο ἶλαι ἐπιλαρχία αὐτοῖς ὠνομάζετο, καὶ ἦν ὀκτὼ καὶ εἴκοσι καὶ ἑκατὸν ἱππέων· αἱ δὲ δύο ἐπιλαρχίαι ταραντιναρχία,
18.3
ἓξ καὶ πεντήκοντα ἱππέων ἐπὶ τοῖς διακοσίοις· αἱ δὲ δύο ταραντιναρχίαι ἱππαρχία, δώδεκα καὶ πεντακοσίων ἱππέων, ἥντινα Ῥωμαῖοι ἴλην καλοῦσιν·
18.4
αἱ δὲ δύο ἱππαρχίαι ἐφιππαρχία, τεσσάρων καὶ εἴκοσιν ἀνδρῶν καὶ χιλίων· τέλος δὲ αἱ δύο ἐφιππαρχίαι, ὀκτὼ καὶ τεσσαράκοντα καὶ δισχιλίων· τὰ δὲ δύο τέλη ἐπίταγμα ἤδη ὠνόμαζον, ἓξ καὶ ἐνενήκοντα καὶ τετρακισχιλίων. τὸ δὲ τῶν ἁρμάτων καὶ τῶν ἐλεφάντων τὰς τε
19.1
τάξεις καὶ τὰ ὀνόματα τῶν τάξεων καὶ τὰ ἡγεμονίας καὶ τὰ τούτων αὖ ὀνόματα ἐπεξιέναι ματαίου πόνου εἶναί μοι ἔδοξεν, ὅτι ἐκλελειμμένα ἐκ παλαιοῦ ἤδη λέξειν ἔμελλον.
19.2
Ῥωμαῖοι μὲν γὰρ οὐδὲ ἐπήσκησάν ποτε τὴν ἀπὸ τῶν ἁρμάτων μάχην, οἱ βάρβαροι δὲ οἱ μὲν Εὐρωπαῖοι οὐδὲ αὐτοὶ διεχρήσαντο ἅρμασιν, πλήν γε δὴ οἱ ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς καλουμέναις. οὗτοι γὰρ συνωρίσι τὸ πολὺ χρῶνται ἵππων καὶ σμικρῶν
19.3
καὶ πονηρῶν, οἱ δίφροι δὲ αὐτοῖς ἐπιτήδειοί εἰσιν ἐς τὸ ἐλαύνεσθαι κατὰ χωρίων παντοίων.
19.4
τῶν δὲ Ἀσιανῶν πάλαι μὲν Πέρσαι ἐπήσκησαν τὴν τῶν δρεπανηφόρων τε ἁρμάτων καὶ καταφράκτων ἵππων διφρείαν, ἀπὸ Κύρου ἀρξάμενοι,