16.7
ὠφέλιμος δὲ καὶ αὕτη δοκεῖ ἡ τάξις, ὅτι ἐν κύκλῳ οἱ ἡγεμόνες τεταγμένοι εἰσί, καὶ τὸ μέτωπον ἐς ὀξὺ ἀπολῆγον εὐπετῶς πᾶσαν τάξιν πολεμίαν διακόπτειν παρέχει, καὶ τὰς ἐπιστροφάς τε καὶ ἀναστροφὰς ὀξείας ποιεῖσθαι δίδωσιν.
16.8
αἱ γὰρ τετράγωνοι τάξεις δυσπεριάγωγοί εἰσιν· ἡ δʼ ἐς ὀξὺ προηγμένη, εἰ καὶ προϊοῦσα ἐς βάθος προχωρεῖ, ἀλλʼ αὐτῇ γε τῇ ἀρχῇ διʼ ὀλίγου ἐπιστρέφουσα τὴν πᾶσαν τάξιν εὐμαρῶς ἐξελισσομένην παρέχεται.
16.9
ταῖς δὲ δὴ τετραγώνοις τάξεσι Πέρσαι μάλιστα ἐχρήσαντο, καὶ οἱ ἐν Σικελίᾳ βάρβαροι καὶ τῶν Ἑλλήνων οἱ πλεῖστοι καὶ ἱππικώτατοι·
16.10
εὐσύντακτός τε γὰρ ἥδε ἡ τάξις ἄλλης μᾶλλον, ἅτε καὶ κατὰ στίχον καὶ κατὰ ζυγὸν τεταγμένων, καὶ τὰς ἐπελάσεις τε καὶ ἀπελάσεις εὐμαρεστέρας παρέχεται, καὶ μόνον οὕτω πάντες οἱ ἡγεμόνες ἀθρόοι ἐμπίπτουσι τοῖς πολεμίοις.
16.11
ἄρισται δέ εἰσιν αἱ διπλασίονα τὸν ἀριθμὸν ἐν τῷ μήκει ἤπερ ἐν τῷ βάθει ἔχουσαι· οἷον εἰ ἐπὶ δέκα κατὰ μέτωπον τεταγμένοι εἶεν καὶ ἐπὶ πέντε ἐς βάθος, ἢ ἐπὶ εἴκοσι μὲν κατὰ μέτωπον, ἐπὶ δέκα δʼ ἐς βάθος.
16.12
αἱ γὰρ τοιαῦται τάξεις τῷ μὲν ἀριθμῷ ἑτερομήκεις εἰσί, τῷ δὲ σχήματι ἐς τετράγωνον καθίστανται. τὸ γὰρ τοῦ ἵππου μῆκος ἀπὸ κεφαλῆς ἐπʼ οὐρὰν ἐκπίμπλησι τοῦ τετραγώνου ὅ τι περ ἐς βάθος τῷ ἀριθμῷ ἐνδέον· ὥστε ἤδη τινὲς καὶ τριπλασίονα τὸν ἀριθμὸν τῶν ἐν τῷ μήκει τασσομένων ἐποίησαν πρὸς τὸ βάθος, οὕτως οἰόμενοι ἐς ἀκριβὲς τετράγωνον καταστήσειν στήσειν τὸ σχῆμα, ὡς τριπλάσιον τὸ μῆκος τοῦ ἵππου ὑπὲρ τὸ πλάτος τοῦ ἀνθρώπου τὸ κατὰ τοὺς ὤμους ἐπέχον, ὥστε ἐννέα κατὰ μῆκος ἐν τῷ μετώπῳ τάσσοντες τρεῖς ἐν τῷ βάθει ἐπ̔??ʼτασσον.