Thesauros Literature History Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
 
τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι. ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον· τῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδʼ Ἀσίας τέρμονα Φᾶσιν. τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται
 
σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους. ἀπὸ δὲ Παντικαπαίου ἐς κώμην Καζέκα ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι εἴκοσι καὶ τετρακόσιοι. ἐνθένδε ἐς Θευδοσίαν πόλιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι. καὶ
 
αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις Ἰωνική, Μιλησίων ἄποικος, καὶ μνήμη ἐστὶν αὐτῆς ἐν πολλοῖς γράμμασιν. ἐνθένδε ἐς λιμένα Σκυθοταύρων ἔρημον στάδιοι διακόσιοι· καὶ ἔνθεν ἐς Λαμπάδα τῆς Ταυρικῆς στάδιοι ἑξακόσιοι.
 
ἀπὸ δὲ Λαμπάδος ἐς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, στάδιοι εἴκοσι καὶ πεντακόσιοι. καὶ ἔνθεν ἐς Χερρόνησον τῆς Ταυρικῆς ὀγδοήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Χερρονήσου ἐς Καρκινῖτιν στάδιοι ἑξακόσιοι, καὶ ἀπὸ Καρκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ τοῦτον, ἄλλοι ἑπτακόσιοι.
 
ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι· ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. καὶ ἔνθεν ἐς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι. ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι. καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα
 
καὶ ἑκατόν. κατὰ δὲ τὸν Βορυσθένην ἄνω πλέοντι πόλις Ἑλλὰς ἄνομα Ὀλβία πεπόλισται. ἀπὸ δὲ Βορυσθένους σθένους ἐπὶ νῆσον σμικράν, ἐρήμην καὶ ἀνώνυμον, στάδιοι ἑξήκοντα. καὶ ἔνθεν ἐς Ὀδησσὸν ὀγδοήκοντα. ἐν Ὀδησσῷ ὅρμος ναυσίν. ἀπὸ δὲ Ὀδησσοῦ ἔχεται Ἰστριανῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα καὶ διακόσιοι.
 
ἐνθένδε ἔχεται Ἰσιακῶν λιμήν. στάδιοι ἐς αὐτὸν πεντήκοντα. καὶ ἔνθεν ἐς τὸ Ψιλὸν καλούμενον στόμα τοῦ Ἴστρου διακόσιοι καὶ χίλιοι. τὰ δὲ ἐν μέσῳ ἔρημα καὶ ἀνώνυμα.
 
κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπʼ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χρόας ὀνομάζουσιν. ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα. καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς παλαιᾶς ἐργασίας.
 
ἡ δὲ νῆσος ἀνθρώπων μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς. καὶ ταύτας ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι προσίσχουσι. καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων, καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαῖκῶς τὰ Ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως. ἔστιν δὲ ἃ καὶ
 
τοῦ Πατρόκλου· καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμῶσιν σὺν τῷ Ἀχιλλεῖ ὅσοι τῷ Ἀχιλλεῖ χαρίζεσθαι ἐθέλουσιν. ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῇ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορῶναι αἱ θαλάσσιαι τὸ πλῆθος οὐ σταθμητοί. οὗτοι οἱ ὄρνιθες θεραπεύουσιν τοῦ Ἀχιλλέως τὸν
 
νεών. ἕωθεν ὁσημέραι καταπέτονται ἐς τὴν θάλασσαν· ἔπειτα ἀπὸ τῆς θαλάσσης βεβρεγμένοι τὰ πτερὰ σπουδῇ αὖ ἐσπέτονται ἐς τὸν νεών, καὶ ῥαίνουσιν τὸν νεών. ἐπειδὰν δὲ καλῶς ἔχῃ, οἳ δὲ ἐκκαλλύνουσιν αὖ τὸ ἔδαφος τοῖς πτεροῖς. οἳ δὲ καὶ τάδε ἱστοροῦσιν. τῶν προσεσχηκότων τῇ
 
νήσῳ ἱερεῖα τοὺς μὲν ἐξεπίτηδες πλέοντας ἐς αὐτὴν ἐπὶ ταῖς ναυσὶν κομίζειν, καὶ τούτων τὰ μὲν καταθύειν τὰ δὲ ἀφιέναι τῷ Ἀχιλλεῖ· τοὺς δέ τινας ὑπὸ χειμῶνος
 
ἐξαναγκασθέντας προσέχειν, καὶ τούτους παρʼ αὐτοῦ τοῦ θεοῦ αἰτεῖν ἱερεῖον, χρωμένους περὶ τῶν ἱερείων, εἰ λῷόν σφισιν καὶ ἄμεινον θῦσαι ὅτι περ ἂν αὐτοὶ τῇ γνώμῃ ἐπιλέξαιντο νεμόμενον, τιμὴν ἅμα καταβάλλοντες τὴν ἀξίαν σφίσιν δοκοῦσαν. εἰ δὲ ἀπαγορεύοι ὁ
 
χρησμός — εἶναι γὰρ χρησμοὺς ἐν τῷ νεῷ —, προσβάλλειν τῇ τιμῇ· εἰ δὲ ἔτι ἀπαγορεύοι, ἔτι προσβάλλειν. συγχωρήσαντος δὲ γιγνώσκειν ὅτι ἀποχρῶσα ἡ τιμή ἐστιν. τὸ δὲ ἱερεῖον ἵστασθαι ἐπὶ τῷδε αὐτόματον, μηδὲ
 
ἀποφεύγειν ἔτι. καὶ τοῦτο δὴ πολὺ ἀνακεῖσθαι τὸ ἀργύριον τῷ ἥρῳ τὰς τιμὰς τῶν ἱερείων.
 
φαίνεσθαι δὲ ἐνύπνιον τὸν Ἀχιλλέα τοῖς μὲν προσσχοῦσι τῇ νήσῳ, τοῖς δὲ καὶ πλέουσιν, ἐπειδὰν οὐ πόρρω αὐτῆς ἀπόσχωσιν, καὶ φράζειν ὅποι προσσχεῖν τῆς νήσου ἄμεινον καὶ ὅποι ὁρμίσασθαι. οἳ δὲ καὶ ὕπαρ λέγουσιν φανῆναί σφισιν ἐπὶ τοῦ ἱστοῦ ἢ ἐπʼ ἄκρου τοῦ
 
κέρως τὸν Ἀχιλλέα, καθάπερ τοὺς Διοσκόρους· τοσόνδε μόνον τῶν Διοσκόρων μεῖον ἔχειν τὸν Ἀχιλλέα, ὅσον οἱ μὲν Διόσκοροι τοῖς πανταχοῦ πλωιζομένοις ἐναργεῖς φαίνονται καὶ φανέντες σωτῆρες γίγνονται, ὃ δὲ τοῖς πελάζουσιν ἤδη τῇ νήσῳ. οἳ δὲ καὶ τὸν Πάτροκλόν
 
σφισιν ὀφθῆναι ἐνύπνιον λέγουσιν. τάδε μὲν ὑπὲρ τῆς νήσου τῆς τοῦ Ἀχιλλέως ἀκοὴν ἀνέγραψα τῶν ἢ αὐτῶν προσσχόντων ἢ ἄλλων πεπυσμένων· καί μοι δοκεῖ οὐκ ἄπιστα εἶναι.
 
Ἀχιλλέα γὰρ ἐγὼ πείθομαι εἴπερ τινὰ καὶ ἄλλον ἥρω εἶναι, τῇ τε εὐγενείᾳ τεκμαιρόμενος καὶ τῷ κάλλει καὶ τῇ ῥώμῃ τῆς ψυχῆς καὶ τῷ νέον μεταλλάξαι ἐξ ἀνθρώπων καὶ τῇ Ὁμήρου ἐπʼ αὐτῷ ποιήσει καὶ τῷ ἐρωτικὸν γενέσθαι καὶ φιλέταιρον, ὡς καὶ ἐπαποθανεῖν ἑλέσθαι τοῖς παιδικοῖς.
 
ἀπὸ δὲ τοῦ Ψιλοῦ καλουμένου στόματος τοῦ Ἴστρου ἐς τὸ δεύτερον στόμα στάδιοι ἑξήκοντα. ἐνθένδε ἐπὶ τὸ Καλὸν καλούμενον στόμα στάδιοι τεσσαράκοντα. καὶ ἀπὸ τοῦ Καλοῦ ἐπὶ τὸ Νάρακον ὧδε ὀνομαζόμενον στόμα τέταρτον τοῦ Ἴστρου στάδιοι ἑξήκοντα.
 
ἐνθένδε ἐπὶ τὸ πέμπτον εἴκοσι καὶ ἑκατόν, καὶ ἔνθεν ἐς Ἰστρίαν πόλιν στάδιοι πεντακόσιοι. ἐνθένδε ἐς Τομέα πόλιν στάδιοι τριακόσιοι.
 
ἀπὸ δὲ Τομέως ἐς Κάλλατιν πόλιν ἄλλοι τριακόσιοι· ὅρμος ναυσίν. ἐνθένδε ἐς Καρῶν λιμένα ὀγδοήκοντα καὶ ἑκατόν· καὶ ἡ γῆ ἐν κύκλῳ τοῦ λιμένος Καρία κλῄζεται. ἀπὸ δὲ Καρῶν λιμένος ἐς Τετρισιάδα στάδιοι εἴκοσι καὶ ἑκατόν. ἐνθένδε ἐς Βιζώνην χῶρον ἔρημον στάδιοι ἑξήκοντα.
 
ἀπὸ δὲ Βιζώνης ἐς Διονυσόπολιν στάδιοι ὀγδοήκοντα. ἐνθένδε ἐς Ὀδησσὸν διακόσιοι· ὅρμος ναυσίν. ἐκ δὲ Ὀδησσοῦ ἐς τοῦ Αἵμου τὰς ὑπωρείας, αἳ δὴ ἐς τὸν Πόντον καθήκουσιν, στάδιοι τριακόσιοι ἑξήκοντα. καὶ δεῦρο ὅρμος ναυσίν. ἐκ δὲ τοῦ Αἵμου ἐς Μεσημβρίαν πόλιν ἐνενήκοντα·
 
ὅρμος ναυσίν. καὶ ἐκ Μεσημβρίας ἐς Ἀγχίαλον πόλιν στάδιοι ἑβδομήκοντα, καὶ ἐξ Ἀγχιάλου ἐς Ἀπολλωνίαν ὀγδοήκοντα καὶ ἑκατόν. αὗται πᾶσαι αἱ πόλεις Ἑλληνίδες
 
εἰσίν, ᾠκισμέναι ἐν τῇ Σκυθίᾳ, ἐν ἀριστερᾷ ἐσπλέοντι ἐς τὸν Πόντον. ἐκ δὲ Ἀπολλωνίας ἐς Χερρόνησον στάδιοι ἑξήκοντα· ὅρμος ναυσίν. καὶ ἐκ Χερρονήσου ἐς Αὐλαίου τεῖχος πεντήκοντα καὶ διακόσιοι. ἐνθένδε ἐς Θυνιάδα ἀκτὴν εἴκοσι καὶ ἑκατόν. ἀπὸ δὲ Θυνιάδος ἐς Σαλμυδησσὸν στάδιοι διακόσιοι.
 
τούτου τοῦ χωρίου μνήμην πεποίηται Ξενοφῶν ὁ πρεσβύτερος, καὶ μέχρι τούτου λέγει τὴν στρατιὰν ἐλθεῖν τῶν Ἑλλήνων, ἧς αὐτὸς ἡγήσατο, ὅτε τὰ τελευταῖα σὺν Σεύθῃ τῷ Θρᾳκὶ ἐστράτευσεν. καὶ περὶ τὴς ἀλιμενότητος τοῦ
 
χωρίου πολλὰ ἀνέγραψεν, ὅτι ἐνταῦθα ἐκπίπτει τὰ πλοῖα χειμῶνι βιαζόμενα, καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι ὅτι ὑπὲρ τῶν ναυαγίων ἐν σφίσιν διαμάχονται. ἀπὸ δὲ Σαλμυδησσοῦ
 
ἐς Φρυγίαν στάδιοι τριάκοντα καὶ τριακόσιοι. ἐνθένδε ἐπὶ Κυανέας εἴκοσι καὶ τριακόσιοι. αὗται δὲ αἱ Κυάνεαί εἰσιν, ἃς λέγουσιν οἱ ποιηταὶ πλαγκτὰς πάλαι εἶναι, καὶ διὰ τούτων πρώτην ναῦν περᾶσαι τὴν Ἀργώ, ἥτις ἐς Κόλχους Ἰάσονα ἤγαγεν ἐκ δὲ Κυανέων ἐπὶ τὸ
 
ἱερὸν τοῦ Διὸς τοῦ Οὐρίου, ἵναπερ τὸ στόμα τοῦ Πόντου, στάδιοι τεσσαράκοντα. ἐνθένδε ἐς λιμένα Δάφνης τῆς Μαινομένης καλουμένης στάδιοι τεσσαράκοντα. ἀπὸ δὲ Δάφνης ἐς Βυζάντιον ὀγδοήκοντα. τάδε μὲν καὶ τὰ ἀπὸ τοῦ Βοσπόρου τοῦ Κιμμερίου ἐπὶ Βόσπορον τὸν Θρᾴκιον καὶ πόλιν Βυζάντιον.
← Previous 3 / 3

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme