Thesauros Literature History Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου

Περίπλους τοῦ Εὐξείνου Πόντου Arrian
19.2 τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ποιεῖ. λέγουσι γοῦν αὐτῷ οἱ Τιτᾶνες πρὸς τὸν Προμηθέα ὅτι ἥκομεν τοὺς σοὺς ἄθλους τούσδε, Προμηθεῦ, δεσμοῦ τε πάθος τόδʼ ἐποψόμενοι. ἔπειτα καταλέγουσιν ὅσην χώραν ἐπῆλθον· τῇ μὲν δίδυμον χθονὸς Εὐρώπης μέγαν ἠδʼ Ἀσίας τέρμονα Φᾶσιν. τῆς δὲ λίμνης τῆς Μαιώτιδος περίπλους ἐν κύκλῳ λέγεται
19.3 σταδίων ἀμφὶ τοὺς ἐνακισχιλίους. ἀπὸ δὲ Παντικαπαίου ἐς κώμην Καζέκα ἐπὶ θαλάσσῃ ᾠκισμένην στάδιοι εἴκοσι καὶ τετρακόσιοι. ἐνθένδε ἐς Θευδοσίαν πόλιν ἐρήμην στάδιοι ὀγδοήκοντα καὶ διακόσιοι. καὶ
19.4 αὕτη παλαιὰ ἦν Ἑλλὰς πόλις Ἰωνική, Μιλησίων ἄποικος, καὶ μνήμη ἐστὶν αὐτῆς ἐν πολλοῖς γράμμασιν. ἐνθένδε ἐς λιμένα Σκυθοταύρων ἔρημον στάδιοι διακόσιοι· καὶ ἔνθεν ἐς Λαμπάδα τῆς Ταυρικῆς στάδιοι ἑξακόσιοι.
19.5 ἀπὸ δὲ Λαμπάδος ἐς Συμβόλου λιμένα, Ταυρικὸν καὶ τοῦτον, στάδιοι εἴκοσι καὶ πεντακόσιοι. καὶ ἔνθεν ἐς Χερρόνησον τῆς Ταυρικῆς ὀγδοήκοντα καὶ ἑκατόν. ἀπὸ δὲ Χερρονήσου ἐς Καρκινῖτιν στάδιοι ἑξακόσιοι, καὶ ἀπὸ Καρκινίτιδος ἐς Καλὸν λιμένα, Σκυθικὸν καὶ τοῦτον, ἄλλοι ἑπτακόσιοι.
20.1 ἐκ δὲ Καλοῦ λιμένος ἐς Ταμυράκην τριακόσιοι· ἔσω δὲ τῆς Ταμυράκης λίμνη ἐστὶν οὐ μεγάλη. καὶ ἔνθεν ἐς τὰς ἐκροὰς τῆς λίμνης ἄλλοι τριακόσιοι. ἐκ δὲ τῶν ἐκροῶν τῆς λίμνης ἐς Ἠϊόνας στάδιοι ὀγδοήκοντα καὶ τριακόσιοι. καὶ ἔνθεν ἐς ποταμὸν Βορυσθένην πεντήκοντα

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme