Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
5.4 εἰ δὲ ἐπί τι ἔργον πολιτικὸν ἴοιμι, ἣ δὲ τῷ ἑταίρῳ τῷ ἐμῷ σύνεστιν, καὶ πρὸς ἐκεῖνον τὰ αὐτὰ ταῦτα δρᾷ. ὁπότερος δὲ ἡμῶν κάμνοι τὸ σῶμα, ἐκείνου αὖ οὐκ ἀπαλλάσσεται. εἰ δὲ καὶ διʼ ὀλίγου χρόνου ἴδοι, ἐπιφθέγγεται, οἷα φιλοφρονουμένη. καὶ δειπνοῦντι συνοῦσα ἅπτεται ἄλλοτε ἄλλῳ τοῖν ποδοῖν, ὑπομιμνήσκουσα ὅτι κἂν αὐτῇ ἄρα μεταδοτέον εἴη τῶν σιτίων. καὶ μὴν καὶ πολύφθογγός ἐστιν, ὡς οὔπω ἐγὼ ἰδεῖν μοι δοκῶ ἄλλην κύνα· καὶ ὅσων δεῖται τῇ φωνῇ σημαίνει.
5.5 καὶ ὅτι σκυλακευομένη μάστιγι ἐκολάζετο, εἴ τις ἐς τοῦτο ἔτι μάστιγα ὀνομάσειεν, πρόσεισιν τῷ ὀνομάσαντι, καὶ ὑποπτήξασα λιπαρεῖ, καὶ τὸ στόμα ἐφαρμόζει τῷ στόματι ὡς φιλοῦσα, καὶ ἐπιπηδήσασα ἐκκρέμαται τοῦ αὐχένος, καὶ οὐ πρόσθεν ἀνίησιν, πρὶν τῆς ἀπειλῆς ἀποπαῦσαι τὸν θυμούμενον.
5.6 ὥστε οὐκ ἂν ὀκνῆσαί μοι δοκῶ καὶ τὸ ὄνομα ἀναγράψαι τῆς κυνός, ὡς καὶ ἐς ὕστερον ἀπολελεῖφθαι αὐτῆς, ὅτι ἦν ἄρα Ξενοφῶντι τῷ Ἀθηναίῳ κύων, Ὁρμὴ ὄνομα, ὠκυτάτη τε καὶ σοφωτάτη καὶ πραοτάτη.
5.7 ὦτα δὲ μεγάλα ἔστω ταῖς κυσὶν καὶ μαλθακά, ὥστε ὑπὸ μεγέθους καὶ μαλθακότητος ἐπικεκλασμένα φαίνεσθαι· οὕτως ἂν εἴη κράτιστα. οὐ μέντοι ἀλλὰ καὶ εἰ ὀρθὰ εἴη, οὐ πονηρόν, εἰ μὴ σμικρά τε εἴη καὶ σκληρά.
5.8 τράχηλος δὲ μακρός τε ἔστω καὶ περιφερὴς καὶ ὑγρός· ὥστε εἰ ἀντιτείνοις ἀπὸ τῶν δεραίων τὰς κύνας ἐς τοὐπίσω, ἐπικεκλάσθαι δοκεῖν τὸν τράχηλον διʼ ὑγρότητα καὶ μαλθακότητα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme