3.7
καὶ αὗται ἀπὸ τῆς ὠκύτητος. τὴν δὲ ἰδέαν καλόν τι χρῆμά εἰσιν κατά τε τοὺς ὀφθαλμοὺς αἱ γενναιόταται αὐτῶν καὶ κατὰ τὸ σῶμα ἅπαν καὶ τὴν τρίχα καὶ τὴν χρόαν· οὕτω ταῖς τε ποικίλαις ἐπανθεῖ τὸ ποικίλον, καὶ ὅσαις ἁπλῆ χρόα ἐστίν, ἀποστίλβει καὶ αὕτη, καὶ ἐστιν ἥδιστον θέαμα ἀνδρὶ θηρευτικῷ.
4.1
λέξω δὲ καὶ αὐτός, ἀφʼ οἵων τινῶν χρὴ τεκμαίρεσθαι τὰς ὠκείας τε καὶ γενναίας, καὶ τίσιν ἂν προσέχων τις τὸν νοῦν τὰς ἀγεννεῖς τε καὶ βραδείας ἀποκρίνειεν αὐτῶν.
4.2
πρῶτα μὲν δὴ μακραὶ ἔστων ἀπὸ κεφαλῆς ἐπʼ οὐράν· ἓν γὰρ οὐδὲν οὕτω τεκμήριον ἐς ὠκύτητά τε καὶ γενναιότητα εὕροις ἂν ἐπιλεγόμενος ταὐτὸν ἐπὶ πάσῃ ἰδέᾳ κυνός, ὡς τὸ μῆκος, καὶ τοὐναντίον τὴν βραχύτητα ἐς τὸ βραδὺ καὶ ἀγεννές. ὥστε ἤδη ἔγωγε εἶδον πολλὰ ἄλλα κακὰ ἐχούσας κύνας, ὅτι δὲ μακραὶ ἐτύγχανον, ὠκεῖαι ἦσαν καὶ θυμοειδεῖς.
4.3
καὶ μὴν καὶ αἱ μείζους εἰ τὰ ἄλλα φαῦλαι τύχοιεν, κατʼ αὐτὸ τὸ μέγεθος εὐφυέστεραι τῶν σμικρῶν. φαῦλαι δὲ τῶν μεγάλων, ὅσαι τὰ μέλη ἀπαγεῖς καὶ ἀσύμμετροι· ὥστε φαυλότεραι ἂν εἶεν οὕτω γε ἔχουσαι τῶν σμικρῶν, εἰ τὰ ἄλλα κακὰ ἴσα προσείη αὐταῖς.
4.4
ἐχόντων δὲ τὰς κεφαλὰς ἐλαφρὰς καὶ ἀρθρώδεις· εἰ δὲ γρυπαὶ ἢ σιμαὶ εἶεν, οὐ παρὰ μέγα διοίσει τοῦτο· οὐδʼ εἰ τὰ ὑπὸ τοῖς μετώποις ἰνώδη ἔχοιεν, οὐδὲ τοῦτο ἐν μεγάλῳ ποιητέον. ἀλλʼ αἱ βαρυκέφαλοι μόναι πονηραί, καὶ ὅσαις παχέα τὰ ῥύγχη καὶ μὴ ἐς ὀξὺ ἀλλʼ ἀθρόως ἀπολήγοντα.