Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
 
τεκοῦσαν δὲ εἰ μὲν ἐθέλοις ἐπαναλαβεῖν τὴν πρόσθεν ὠκύτητα, μὴ ἐᾶν ἐκτρέφειν αὐτὴν ὅτι μὴ ἐς ὅσον ἀποκουφίσαι τὸ πολὺ τοῦ γάλακτος· εἶτα δὲ ὑφελόντα ἄλλαις παραδιδόναι κυσὶν ἐπιλεγόμενον γενναίας· τὸ γὰρ τῶν ἀγεννῶν γάλα οὐ σύμφυλον ταῖς γενναίαις.
 
εἰ δὲ μηκέτι ἐς δρόμον ἐπιτηδείως ἔχουσα φαίνοιτο ἡ κύων, κράτιστον ἐᾶν ὑπὸ τῇ τεκούσῃ καὶ μὴ ὑποβάλλειν ὑφʼ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι, ᾗπερ καὶ ὁ Ξενοφῶν ἐκεῖνος ἀποφαίνει, οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα.
 
ὁπόταν δὲ ἤδη πλανᾶται τὰ σκυλάκια, ὀρθῶς συμβουλεύει ὅτι χρὴ γάλακτι ἀνατρέφειν αὐτά, καὶ ὅτι αἱ βαρεῖαι πλησμοναὶ τὰ τε σκέλη αὐτοῖς διαστρέφουσιν
 
καὶ τοῖς σώμασιν νόσου ἐμβάλλουσιν. καὶ τὰ ὀνόματα δὲ ὅτι βραχέα καὶ εὐανάκλητα θετέον ταῖς κυσίν, καὶ τοῦτο χρὴ πείθεσθαι αὐτῷ. καὶ ὅσα ἀναγέγραφεν ὀνόματα, τὰ μὲν εὑρὼν τὰ δὲ καὶ αὐτὸς ποιήσας, δεξιῶς ἀναγέγραφεν.
 
εἰ δὲ μήπω ἐθέλοις σκυλακεῦσαι, φυλάσσειν ὡς ἀνυστὸν ἐπιμελέστατα τὰς κύνας, ἐπειδὰν τῆ ἀνάγκῃ ταύτῃ ἔχωνται· ἀποπαυσαμέναις δὲ οἱ μαστοὶ σφριγῶσιν καὶ ὑποπίμπλανται γάλακτος, καὶ τείνεται τὰ ὑπὸ τῇ γαστρί.
 
καὶ ἔστιν τηνικαῦτα οὐκ ἀσφαλὲς ἐπιλύειν κύνα ἐπὶ λαγῶ· ῥήγνυνται γὰρ αὐταῖς αἱ λαγόνες. ὥστε οὐδὲ ἐς τὸ σκιρτῆσαι χρῆ λύειν αὐτὰς ἅμα ἑτέρᾳ κυνί· ἁμιλλώμεναι γὰρ ἔστιν ὅτε καὶ ὑπὲρ δύναμιν συνταθεῖσαι ἐς ἴσον κίνδυνον καθίστανται.
 
ἀλλὰ κράτιστον περιμεῖναι, ἔστε χαλάσαι αὐταῖς τοὺς μαστούς. τεκμήριον δὲ ὅτι ἤδη ἀσφαλές, ἐπειδὰν αἱ τρίχες ἀπορρέωσιν ἀθρόαι ἐπαφωμένῳ· τότε γὰρ λύονται, ἐμοὶ δοκεῖν, ἀπὸ τῆς ἀνάγκης τῆς πρόσθεν καὶ παρίστανται ἤδη ἐς δρόμον.
 
κύων δὲ θήλεια μὲν ὠκυτέρα ἄρρενος, ἄρρην δὲ θηλείας διαπονεῖσθαι ἀμείνων. καὶ ὅτι διʼ ἔτους θεῖ, πολλῷ τινι ἐντιμότερον τὸ κτῆμα· καὶ ὅτι θήλειαι μὲν πολλαὶ ἀγαθαί, ἄρρενος δὲ γενναίου ἐπιτυχεῖν οὐκ εὐμαρές, καὶ ταύτῃ ἐντιμότερον.
 
καὶ αἱ θήλειαι μὲν ἀγαπητὸν εἰ καὶ ἐς πέμπτον ἔτος διαφυλάξειαν τὸ ὠκὺ· ἄρρενες δὲ καὶ ἐς δέκατον διαφυλάσσουσιν. ὥστε μέγα μοι δοκεῖ τὸ κτῆμα ἄρρην κύων τῇ ἀληθείᾳ γενναῖος καὶ οὐκ ἄνευ θεῶν του εὐμενείας παραγίγνεσθαι ἀνδρὶ κυνηγετικῷ.
 
ἀλλὰ χρὴ θύειν Ἀρτέμιδι Ἀγροτέρᾳ ἐπὶ τῷδε τῷ κτήματι· θύειν δὲ χρὴ καὶ ἐπὶ θήρᾳ εὖ πράξαντα, καὶ ἀνατιθέναι ἀπαρχὰς τῶν ἁλισκομένων τῆ θεῷ, τε ἀποκαθαίρειν τὰς κύνας καὶ τοὺς κυνηγέτας, κατὰ τὰ πάτρια, ὡς νόμος.
 
Κελτῶν δὲ ἔστιν οἷς νόμος καὶ ἐνιαύσια θύειν τῇ Ἀρτέμιδι, οἳ δὲ καὶ θησαυρὸν ἀποδεικνύουσιν τῇ θεῷ. καὶ ἐπὶ μὲν λαγῷ ἁλόντι δύʼ ὀβολὼ ἐμβάλλουσιν ἐς τὸν θησαυρόν, ἐπὶ δὲ ἀλώπεκι δραχμήν, ὅτι ἐπίβουλόν τὸ χρῆμα, καὶ τοὺς λαγὼς διαφθείρει· τούτου ἕνεκα πλέον ἐμβάλλουσιν, ὡς ἐπὶ πολεμίῳ ἁλόντι. ἐπὶ δὲ δορκάδι τέσσαρας δραχμάς, ὅτι μέγα τὸ ζῴον καὶ ἡ θήρα ἐντιμοτέρα.
 
περιελθόντος δὲ τοῦ ἔτους ὁπόταν τὰ γενέθλιαἥκῃ τῆς Ἀρτέμιδος, ἀνοίγνυται μὲν ὁ θησαυρός, ἀπὸ δὲ τοῦ συλλεχθέντος ἱερεῖον ὠνοῦνται, οἳ μὲν οἶν, οἳ δὲ αἶγα, οἳ δὲ μόσχον, εἰ οὕτω προχωροίη.
 
θύσαντες δὲ καὶ τῶν ἱερείων ἀπαρξάμενοι τῇ Ἀγροτέρᾳ, ὡς ἑκάστοις νόμος, εὐωχοῦνται αὐτοὶ τε καὶ αἱ κύνες. τὰς κύνας δὲ καὶ στεφανοῦσιν ἐν τῇδε τῇ ἡμέρᾳ, ὡς δῆλον εἶναι διότι ἐπʼ αὐταῖς ἑορτάζουσιν.
 
καὶ ἐγώ ἅμα τοῖς συνθήροις ἕπομαι τῷ Κελτῶν νόμῳ, καὶ ἀποφαίνω ὡς οὐδέν ἄνευ θεῶν γιγνόμενον ἀνθρώποις ἐς ἀγαθὸν ἀποτελευτᾷ.
 
ἀλλὰ καὶ ὅσοι ναυτίλλονταιἀπὸ θεῶν ἄρχονται, ὅσοις γε τοῦ σῴζεσθαι μέλει, καὶ ἀνασωθέντες χαριστήρια θύουσιν τοῖς θεοῖς τοῖς θαλασσίοις, Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσιν. καὶ ὅσοι τὴν γῆν ἐργάζονται, Δήμητρι καὶ τῇ παιδὶ αὐτῆς καὶ Διονύσῳ, οἱ δὲ ἀμφὶ τὰς τέχνας πονούμενοι Ἀθηνᾷ καὶ Ἡφαίστῳ, καὶ οἱ ἀμφὶ παίδευσιν Μούσαις καὶ Ἀπόλλωνι Μουσηγέτῃ καὶ Μνημοσύνῃ καὶ Ἑρμῇ, οἱ δὲ ἀμφὶ τὰ ἐρωτικὰ Ἀφροδίτῃ καὶ Ἔρωτι καὶ Πειθοῖ καὶ Χάρισιν.
 
οὕτω τοι καὶ τοὺς ἐπὶ θήρᾳ ἐσπουδακότας οὐ χρὴ ἀμελεῖν τῆς Ἀρτέμιδος τῆς Ἀγροτέρας οὐδὲ Ἀπόλλωνος οὐδὲ πανὸς οὐδὲ Νυμφῶν οὐδὲ Ἑρμοῦ Ἐνοδίου καὶ Ἡγεμονίου, οὑδὲ ὅσοι ἄλλοι ὄρειοι θεοὶ·
 
εἰ δὲ μὴ, ἡμιτελῆ ἀποβαίνειν ἀνάγκη τὰ σπουδάσματα.
 
καὶ γὰρ καὶ κύνες βλάπτονται, καὶ οἱ ἵπποι χωλεύονται, καὶ οἱ ἄνθρωποι σφάλλονται. καὶ τοῦτό γε δηλοῖ καὶ Ὅμηρος ἐν τῇ ποιήσει. Τεῦκρον μέν γε τὸν τοξικώτατον Ἑλλήνων ἐν τῷ ἀγῶνι οὔ φησιν τυχεῖν ὅτι μὴ τῆς μηρίνθου, καὶ ταύτην διακόψαι, ἐπειδὴ μὴ ἐπηύξατο τῶ Ἀπόλλωνι· Μηριόνην δέ, ἄνδρα οὐ τοξικόν, ἐπευξάμενον τῷ Ἀπόλλωνι, ἀποπετομένης ἤδη τῆς ὄρνιθος τυχεῖν.
 
καὶ τοὺς ἐκγόνους δὲ τῶν ἐπὶ Θήβας σὺν Πολυνείκει στρατευσάντων ἑλεῖν τὰς Θήβας πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· τοὺς δὲ πατέρας αὐτῶν, οὐδέν τι χείρους ἐκείνων ἐς ἀλκήν γενομένους, διαφθαρῆναι ἐν Θήβαις, ὅτι μὴ ἐπείθοντο τοῖς σημαινομένοις ὑπὸ θεῶν.
 
καὶ τὸν Ἕκτορα οὐ πεισθέντα Πουλυδάμαντι οὐκ ἐῶντι ἐπελαύνειν ταῖς ναυσὶν τῶν Ἑλλήνων ἐπὶ τῷ δράκοντι τῷ καταβληθέντι πρὸς τοῦ ἀετοῦ, ὡς οὐ σὺν κόσμῳ ἐπανελευσομένους, ὀλίγον ὕστερον ἔργῳ ἀναδιδαχθῆναι ὡς οὐκ ἀγαθὸν ἀπειθεῖν τῷ θείῳ.
 
τούτοις χρὴ πειθομένους, καθάπερ ἐπʼ ἄλλῳ τῳ ἔργῳ, οὕτω δὲ καὶ ἐπὶ θήρᾳ ἄρχεσθαί τε ἀπὸ θεῶν καὶ χαριστήρια θύειν εὖ πράξαντας καὶ σπένδειν καὶ εὐφημεῖν καὶ στεφανοῦν καὶ ὑμνεῖν καὶ ἀπαρχὰς τῶν ἁλισκομένων ἀνατιθέναι, οὐ μεῖον ἣ ἐπὶ νίκῃ πολέμου ἀκροθίνια.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme