Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
27.1 ἀποκαθαρθῇ τοῦ αἵματος· πρόσθεν δὲ εἰ παραλάβοιεν τὴν γονήν, τὸ πολὺ οὐ κρατοῦσιν, ἀλλʼ ἐκκλύζεται ὑπὸ τοῦ αἵματος, καθάπερ ταῖς γυναιξίν.
27.2 προσέχειν δὲ τὸν νοῦν ἐνταῦθα· βραχὺς γὰρ χρόνος διαγίγνεται, ἐν ᾧ οὐκέτι μὲν φέρεται αὐτῇ τὸ αἷμα, ἔτι δὲ φυλάσσει τὴν ἐπιθυμίαν. ἀγαθὴ δὲ τῇ θηλείᾳ ἡλικία ἡ ἀπὸ διέτους ἐς ἕβδομον ἔτος.
28.1 κράτιστον δὲ καθεῖρξαι ἐν ταὐτῷ τὸν ἄρρενα ἅμα τῇ θηλείᾳ, αὐτὸν δὲ ἀφανῆ εἶναι· αἱ γὰρ ἐν τῷ ἐμφανεῖ ὁμιλίαι οὐ γόνιμοι, εἰ χρὴ πείθεσθαι ἀνδράσιν κυνηγετικοῖς. ὅσα δὲ τοιαῦτα λάθρα ὑπὸ κυνῶν ἐσπουδάσθη, ἐπιτυχῆ γενέσθαι λόγος.
28.2 μετὰ ταῦτα δὲ ἐξάγειν μὲν ἐπὶ θήραν — ὁ γὰρ περίπατος ἀγαθὸν ἐς ῥώμην ταῖς κυσίν —, ἐφιέναι δὲ αὐτάς λαγῷ μηκέτι· κίνδυνος γὰρ διαφθεῖραι ὑπερκαμοῦσαν ἢ ὑπερταθεῖσαν.
28.3 καὶ τὸν ἄρρενα δὲ μὴ ἐφιέναι ἐπὶ λαγῶ ὡσαύτως, πρὶν ἀπὸ τοῦ καμάτου ἀμπαύσασθαι καὶ ῥωσθῆναι, ἑξήκοντα ἡμερῶν οὐ μεῖον· ἔπειτα ἐφιέναι ἐς ἀγῶνα οὐδὲν κωλύσει.
29.1 κρατίστη δὲ ὥρα ἐς σκυλακείαν ἡ τοῦ ἦρος· εὐκράτως γὰρ αὕτη μάλιστα ἔχει κρύους τε καὶ θάλπους. ὡς τὸ μὲν κρύος τοῖς σκυλακίοις οὐκ ἀγαθὸν ἐς ἀνατροφήν, ἄλλως τε καὶ ἀπορίᾳ γάλακτος· τὸ δὲ καῦμα ταῖς μητράσιν χαλεπὸν ἐν τῇ ἀνατροφῇ· τὸ φθινόπωρον δὲ ταύτῃ χεῖρον τοῦ ἦρος, ὅτι χειμὼν ἐπιλαμβάνει τὰ σκυλάκια πρὶν παγῆναι.
30.1 τεκοῦσαν δὲ εἰ μὲν ἐθέλοις ἐπαναλαβεῖν τὴν πρόσθεν ὠκύτητα, μὴ ἐᾶν ἐκτρέφειν αὐτὴν ὅτι μὴ ἐς ὅσον ἀποκουφίσαι τὸ πολὺ τοῦ γάλακτος· εἶτα δὲ ὑφελόντα ἄλλαις παραδιδόναι κυσὶν ἐπιλεγόμενον γενναίας· τὸ γὰρ τῶν ἀγεννῶν γάλα οὐ σύμφυλον ταῖς γενναίαις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme