Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
15.1 χρὴ δὲ ὅστις κύνας ἀγαθὰς ἔχει μήτε ἐγγύθεν ἐπιλύειν τῷ λαγῷ μήτε πλείους δυοῖν· καὶ γὰρ εἰ πάνυ ὠκὺς τύχοι καὶ πολλὰς πολλάκις κύνας διαπεφευγώς, ἀλλά γε ἐξ εὐνῆς ἀνιστάμενον καὶ σὺν βοῇ ἐπικειμένων ἐκπλαγῆναι ἀνάγκη καὶ πατάσσειν αὐτῷ τὴν καρδίαν. καὶ ἐν τούτῳ πολλάκις γενναῖοι λαγῲ ἀκλεῶς ἀπώλοντο, μηδὲν μήτε δράσαντες μήτε ἀποδειξάμενοι μνήμης ἄξιον. ἐᾶν δὴ ὑπεκφυγεῖν ἀπὸ τῆς εὐνῆς καὶ ἀναθαρρῆσαι.
15.2 ὃ δέ, εἰ τύχοι δρομικός, ἐπαρεῖ εὐθὺς τὰ ὦτα καὶ μεγάλα ἀπὸ τῆς εὐνῆς πηδήσεται· οἳ δὲ διαρρίψαντες τὰ μέλη, καθάπερ οἱ σκιρτῶντες, ἀπευθυνοῦσιν τὸν δρόμον. καὶ τότε ἄρα ἐστὶν τὸ θέαμα ἄξιον τῶν πόνων, ὅσους ἐπὶ ταῖς κυσὶν πονεῖν ἀνάγκη.
16.1 κράτιστοι δὲ τῶν λαγῶν οἱ ἐν τόποις περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες· ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς, ἀλλὰ προκαλοῦνται, ἐμοὶ δοκεῖν, τὰς κύνας.
16.2 οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται, οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση, εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα, ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου, ἀλλʼ ἐς τὰ πεδία βιάζονται, ἐρίζοντες πρὸς τὰς κύνας. καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς, τοσοῦτον ὅσον διώκονται θέουσιν· εἰ δὲ ὠκεῖαι,
16.3 ὅση δύναμις. πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθήν, ὡς ἐπισκιάζεσθαι ὑπʼ αὐτῆς, θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας, ἢ εἴ που κατάδυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme