Thesauros Literature History Κυνηγετικός

Κυνηγετικός

Κυνηγετικός Arrian
 
τοῦ Ἀρριανοῦ Κυνηγετικοῦ κεφάλαια.
 
α Προοίμιον, ἐν ᾧ καὶ τὰ· Ξενοφῶντι παραλειφθέντα εἰπεῖν Ἀρριανὸς ἐπαγγέλλεται.
 
β Ὅτι Ξενοφῶν οὐκ ᾔδει τὰς Κελτικὰς κύνας οὐδὲ τὰς ταύταις ὁμοίας.
 
γ Περὶ Κελτικῶν κυνῶν, καὶ οἷαι τὴν ἰδέαν αὗται. δ Περὶ σημείων, ἀφʼ ὧν δεῖ τὰς ταχείας τεκμαίρεσθαι κύνας καὶ τὸ ἐναντίον.
 
ε Περὶ τῆς τοῦ συγγραφέως κυνός, ὁποία ποτʼ ἦν. 5
 
ς Περὶ χρωμάτων, καὶ ὡς ἂν ἔχωσιν ταῦτα ὅτι ἀδιάφορον.
 
ζ Περὶ τῆς γνώμης τῶν κυνῶν, ὁποῖα ταύτης τὰ σημεῖα. η Περὶ τοῦ πῶς διαγνωστέον ἀπὸ τοῦ ἐσθίειν τὴν ποιότητα τῶν κυνῶν.
 
θ Περὶ τοῦ μετὰ τίνων καὶ πῶς κοιταστέον τὰς κύνας.
 
ι Ὅτι ἡ τρῖψις ταῖς κυσὶν ὠφέλιμος, καὶ πῶς ταύτας δεῖ
 
ἀποτρίβειν. ια Ὅτι ἄμεινον δεδέσθαι τὰς κύνας ἢ λελυμένας εἶναι. 10
 
ιβ Περὶ τοῦ ἐπὶ πόσον τῆς ἡμέρας προακτέον τὰς κύνας,
 
καὶ πόσας καὶ ποίας ἐν ταὐτῷ λυτέον.
 
ιγ Περὶ τοῦ ποσάκις δεῖ ἐν χειμῶνι ἢ θέρει σιτεῖσθαι τὰς
 
κύνας. ιδ Περὶ τοῦ ποίῳ καιρῷ ἐξακτέον τὰς κύνας ἐπὶ θήραν.
 
ιε ʽ19ʼ Πῶς Κελτοὶ θηρῶσιν καὶ πότε. 15
 
ις ʽ15ʼ Περὶ διαστήματος, ἀφʼ ὅτου δεῖ τῷ λαγῷ ἐπιλύειν τὰς κύνας, καὶ πόσας ταύτας.
 
ιζ ʽ16ʼ Περὶ λαγωῶν, καὶ τίς ἡ τούτων ἀρετή. ιη ʽ17ʼ Ὅτι τὸ ἀνακαλεῖν ἐν ταῖς θήραις τὰς κύνας ἀγαθὸν ταύταις.
 
ιδ ʽ18ʼ Ὅτι δεῖ τὴν κύνα καλῶς ἠγωνισμένην καταψῶντα ἐπευφημεῖν.
 
κ Ὅπως εἰς κυνηγέσιον ἐξιέναι χρὴ τοὺς μὴ τὸ θήραμα οὗ ἐστιν ἐγνωκότας.
 
κα Περὶ τοῦ πῶς θηρῶσιν Κελτοί. 20
 
κβ Ὅτι οὐ χρὴ ἐπιλύειν κύνας νεογνῷ θηράματι.
 
κγ Πῶς θηρατέον ἐλάφους ἢ ἄλλο τι μέγιστον.
 
κδ Ὅπως Λίβυες μεθʼ ἵππων αἱροῦσιν τὰ μεγάλα θηράματα.
 
κε Περὶ τοῦ ἀφʼ οἵας ἡλικίας δεῖ ἐξάγειν εἰς θήραν τὰς θηλείας κύνας.
 
κς Περὶ ἀρρένων κυνῶν, ἀφʼ οἵας ἡλικίας χρεῶν αὐτοὺς ἐπὶ θήραν ἐξάγειν. 25
 
κζ Πῶς ἐπὶ ὀχείαν ἀκτέον τὰς κύνας.
 
κη Ὅτι, εἴ τις ὁρῴη τὴν μῖξιν τῶν κυνῶν, οὐκ ἐπιτελεῖται γόνιμος.
 
κθ Περὶ καιροῦ πρὸς σκυλακείαν ἐπιτηδείου.
 
λ Πῶς μετὰ τὸ τεκεῖν ἐπαναληπτέον εἰς τὸ ἐξ ἀρχῆς τὸν δρόμον τῶν κυνῶν.
 
λα Περὶ ὧν Ξενοφῶν ὑπὲρ ἀνατροφῆς διατάττεται. 30
 
λβ Διαφοραὶ ἄρρενος καὶ θηλείας κυνός.
 
λγ Ὅτι δεῖ τοὺς κυνηγέτας θύειν τῇ Ἀρτέμιδι.
 
λδ Περὶ τοῦ Κελτῶν νόμου καὶ τοῦ ὑπʼ αὐτῶν γινομένου ἐράνου τῇ Ἀρτέμιδι.
 
λε Παραίνεσις πρὸς τὸ θύειν τοῖς ἐφόροις τῶν ἐν ἀνθρώποις ἐπιτηδευμάτων.
 
λς Ἐξ Ὁμήρου μαρτύρια, ὅτι χρὴ θύειν τοῖς τῶν πραγμάτων εὑρεταῖς ἐν τῇ τῶνδε μεταχειρίσει. 35
 
Ξενοφῶντι τῷ Γρύλλου λέλεκται μὲν ὅσα ἀγαθὰ ἀνθρώποις ἀπὸ κυνηγεσίων γίγνεται, καὶ οἱ παιδευθέντες ὑπὸ Χείρωνι τὴν παίδευσιν ταύτην ὅπως θεοφιλεῖς τε ἦσαν καὶ ἔντιμοι ἀνὰ τὴν Ἑλλάδα, λέλεκται δὲ καὶ καθʼ ὅ τι ἔοικεν τῇ πολεμικῇ ἐπιστήμῃ ἡ κυνηγετική, καὶ ἥντινα ἡλικίαν ἔχοντα χρὴ ἐλθεῖν ἐπὶ τὸ ἔργον, καὶ τὸ εἶδος καὶ τὴν γνώμην ὁποῖόν τινα· καὶ περὶ ἀρκύων δὲ καὶ δικτύων καὶ ἐνοδίων ὁποῖα χρὴ παρασκευάσασθαι, καὶ πάγας ὅπως ἱστάναι τοῖς θηρίοις, ὅσα πάγῃ ἁλωτά.
 
καὶ περὶ λαγῶν δὲ λέλεκται, ἥτις ἡ φύσις αὐτῶν, καὶ ὅπως νέμονται καὶ ὅπου εὐνάζονται, καὶ ὅπως χρὴ μαστεύειν αὐτούς· καὶ περὶ κυνῶν, ὅσαι ἰχνεύειν σοφαὶ καὶ ὅσαι πονηραί, καὶ ὅπως ἀπό τε τοῦ εἴδους καὶ τῶν ἔργων τεκμαίρεσθαι χρὴ ἑκατέρας.
 
ἔστιν δὲ ἃ καὶ περὶ συῶν θήρας λέλεκται καὶ ἐλάφων καὶ ἄρκτων καὶ λεόντων,
 
ὅπως σοφίᾳ καὶ δόλῳ ἁλωτά. ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλʼ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ τοῦ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν·
 
ἐπεὶ καὶ αὐτὸς ἐκεῖνος, ἃ Σίμωνι περὶ ἱππικῆς ἐνδεῶς λελεγμένα ἦν, ᾠήθη δεῖν ἀναγράψαι, οὐχὶ ἔριδι τῇ πρὸς Σίμωνα, ἀλλʼ ὅτι ὠφέλιμα ἐς ἀνθρώπους ἐγίγνωσκεν.
1 / 5 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme