ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ συγγραφῇ ἀναγέγραπται, καὶ ὅκως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσέῳ στεφάνῳ.
ἐνθαῦτα σῖτος ἦν νενημένος κατὰ πρόσταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμβάλλονται σιτία ἡμερέων δέκα ἐς τὰς νέας.
καὶ τῶν νεῶν ὅσαι ἐπεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν, καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεῦσαι ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν, αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρατιωτέων συμπληροῖ τὸ ναυτικόν.
ἐνδένδε ὁρμηθέντες ἔπλωον ἀκραεί, καὶ διελθόντες 5 σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χειμαρρόῳ· Τόμηρος οὔνομα ἦν τῷ ποταμῷ.
καὶ λίμνη ἦν ἐπὶ τῇσιν ἐκβολῇσι τοῦ ποταμοῦ, τὰ δὲ βραχέα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβῃσι πνιγηρῇσι. καὶ οὗτοι ὡς προσπλώοντας εἶδον, ἐθάμβησάν τε καὶ παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς ἀπομαχεόμενοι πρὸς τοὺς ἐκβαίνοντας.
λόγχας δὲ ἐφόρεον παχέας, μέγαθος ὡς ἑξαπήχεας· ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτοῖσι πεπυρακτωμένον τωὐτὸ ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι.
καὶ τούτους Νέαρχος ὡς ὑπομένοντάς τε καὶ παρατεταγμένους κατεῖδε, τὰς μὲν νέας ἀνακωχεύειν κελεύει ἐντὸς βέλεος, ὡς τὰ τοξεύματα ἐς τὴν γῆν ἀπʼ αὐτέων ἐξικνέεσθαι· αἱ γὰρ τῶν βαρβάρων λόγχαι ἀγχέμαχοι μὲν ἄφοβοι δὲ ἐς τὸ ἐσακοντίζεσθαι ἦσαν.
αὐτὸς δὲ τῶν στρατιωτέων ὅσοι αὐτοὶ τε κουφότατοι καὶ κουφότατα ὡπλισμένοι τοῦ τε νέειν δαημονέστατοι, τούτους δὲ ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος.
πρόσταγμα δέ σφισιν ἦν, ὅκως τις ἐκνηξάμενος σταίη ἐν τῷ ὕδατι, προσμένειν τὸν παραστάτην οἱ ἐσόμενον, μηδὲ ἐμβάλλειν πρόσθε ἐς τοὺς βαρβάρους, πρὶν ἐπὶ τριῶν ἐς βάθος ταχθῆναι τὴν φάλαγγα· τότε δὲ δρόμῳ ἐπιέναι ἀλαλάζοντας.
ἅμα δὲ ἐρρίπτεον ἑωυτοὺς οἱ ἐπὶ τῷδε τεταγμένοι ἐκ τῶν νεῶν ἐς τὸν πόντον, καὶ ἐνήχοντο ὀξέως, καὶ ἵσταντο ἐν κόσμῳ, καὶ φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν αὐτοὶ τε ἀλαλάζοντες τῷ Ἐνυαλίῳ καὶ οἱ ἐπὶ τῶν νεῶν συνεπήχεον, τοξεύματά τε καὶ ἀπὸ μηχανέων βέλεα ἐφέρετο ἐς τοὺς βαρβάρους.
οἳ δὲ τήν τε λαμπρότητα τῶν ὅπλων ἐκπλαγέντες καὶ τῆς ἐφόδου τὴν ὀξύτητα καὶ πρὸς τῶν τοξευμάτων τε καὶ τῶν ἄλλων βελέων βαλλόμενοι, οἷα δὴ ἡμίγυμνοι ἄνθρωποι, οὐδὲ ὀλίγον ἐς ἀλκὴν τραπέντες ἐγκλίνουσι. καὶ οἱ μὲν αὐτοῦ φεύγοντες ἀποθνήσκουσιν, οἳ δὲ καὶ ἁλίσκονται· ἔστι δὲ οἳ καὶ διέφυγον ἐς τὰ οὔρεα.
ἦσαν δὲ οἱ ἁλόντες τά τε ἄλλα δασέες καὶ τὰς κεφαλάς, καὶ τοὺς ὄνυχας θηριώδεες· τοῖσι γὰρ δὴ ὄνυξιν ὅσα σιδήρῳ διαχρᾶσθαι ἐλέγοντο καὶ τοὺς ἰχθύας τούτοισι παρασχίζοντες κατεργάζεσθαι καὶ τῶν ξύλων ἃσαμαλθακώτερα. τὰ δὲ ἄλλα τοῖαι λίθοισι τοῖσιν ὀξέσιν ἔκοπτον· σίδηρος γὰρ αὐτοῖσιν οὐκ ἦν. ἐσθῆτα δὲ ἐφόρεον δέρματα θηρήια, οἳ δὲ καὶ ἰχθύων τῶν μεγάλων τὰ παχέα.
ἐνθαῦτα νεωλκέουσι τὰς νέας, καὶ ὅσαι πεπονηκυῖαι αὐτέων ἐπισκευάζουσι. τῇ δὲ ἕκτῃ ἡμέρῃ ἐστέλλοντο, καὶ πλώσαντες σταδίους ἐς τριηκοσίους ἀπικνέονται ἐς χῶρον, ὃς δὴ ἔσχατος ἦν τῆς Ὠρειτέων γῆς· Μάλανα τῷ χώρῳ οὔνομα.
Ὠρεῖται δὲ ὅσοι ἄνω ἀπὸ θαλάσσης οἰκέουσιν, ἐσταλμένοι μὲν κατάπερ Ἰνδοί εἰσι, καὶ τὰ ἐς πόλεμον ὡσαύτως παραρτέονται· γλῶσσα δὲ ἄλλη αὐτοῖσι τοῖσι καὶ ἄλλα νόμαια.
μῆκος τοῦ παραπλόου παρὰ μὲν χώρην τὴν Ἀραβίων ἐς χιλίους μάλιστα σταδίους, ἔνθενπερ ὡρμήθησαν, παρὰ δὲ τὴν Ὠρειτέων γῆν ἑξακόσιοι καὶ χίλιοι.
παραπλωόντων δὲ τὴν Ἰνδῶν γῆν ʽτὸ ἐνθεῦτεν γὰρ οὐκέτι Ἰνδοί εἰσἰ λέγει Νέαρχος ὃτι αἱ σκιαὶ αὐτοῖσιν οὐ τωὐτὸ ἐποίεον·
ἀλλὰ ὁκότε μὲν ἐπὶ πολλὸν τοῦ πόντου ὡς πρὸς μεσαμβρίην προχωρήσειαν, αἱ δὲ καὶ αὐταὶ πρὸς μεσαμβρίην τετραμμέναι ἐμαίνοντο· ὁκότε δὲ τὸ μέσον τῆς ἡμέρης ἐπέχοι ὁ ἥλιος, ἤδη καὶ ἔρημα σκιῆς πάντα ὤφθη αὐτοῖσι.
τῶν τε ἀστέρων ὅσους πρόσθε μετεώρους κατεώρων; οἳ μὲν ἀφανέες πάντη ἦσαν, οἳ δὲ πρὸς αὐτῇ τῇ γῇ ἐφαίνοντο, καταδύνοντές τε καὶ αὐτίκα ἀνατέλλοντες οἱ πάλαι ἀειφανέες ἐόντες.
καὶ ταῦτα οὐκ ἀποικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ὁ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσαμβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα ἄσκια τῇ αὐτῇ ὥρῃ.
οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τωὐτὰ δὴ πάθεα ἐπέχειν, καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν ἡ θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.
ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης. ταῦτά μοι ἐν τῇ μέζονι συγγραφῇ ἀναγέγραπται. κάτα δὲ Γαδρωσίων.
παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκέουσι. παρὰ τούτων τὴν γῆν ἔπλωον. τῇ μὲν δή πρώτῃ ἡμέρῃ περὶ δευτέρην φυλακήν ἀναχθέντες καταίρουσιν ἐς Βαγίσαρα· στάδιοι τοῦ παραπλόου ἑξακόσιοι.
λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἐξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι αὐτῆς Πασιρέες.
ἐς δὲ τὴν ὑστεραίην πρωιαίτερον τῆς ὥρης ἀναχθέντες περιπλώουσιν ἄκρην ἐπὶ πολλόν τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ ταύτην ὑψηλὴν καὶ κρημνώδεα.
φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·
ἐς δὲ τήν ὑστεραίην καταίρουσιν ἐς Κόλτα, σταδίους ἐλθόντες διηκοσίους. ἐνθένδε ἕωθεν πλώσαντες σταδίους ἑξακοσίους ἐν Καλάμοισιν ὁρμίζονται. κώμη πρὸς τῷ αἰγιαλῷ φοίνικες δὲ περὶ αὐτὴν ὀλίγοι ἐπεφύκεσαν, καὶ βάλανοι ἐπʼ αὐτοῖσι χλωραὶ ἐπῆσαν. καὶ νῆσος ὡς ἑκατὸν σταδίους ἀπὸ τοῦ αἰγιαλοῦ ἀπέχουσα, Καρνίνη οὔνομα.
ἐνθαῦτα ξείνια Νεάρχῳ προσφέρουσιν οἱ κωμῆται πρόβατα καὶ ἰχθύας· καὶ τῶν προβάτων τὰ κρέα λέγει ὅτι ἦν ἰχθυώδεα, ἴσα τοῖαι τῶν ὀρνίθων τῶν πελαγίων, ὅτι καὶ αὐτὰ ἰχθύας σιτέεται· ποίη γὰρ οὐκ ἔνι ἐν τῇ χώρῃ.
ἀλλὰ τῇ ὑστεραίῃ πλώσαντες ἐς σταδίους διηκοσίους ὁρμίζονται πρὸς αἰγιαλῷ καὶ κώμῃ ἀπὸ θαλάσσης ἐς σταδίους τριήκοντα ἀπεχούσῃ· ἡ μὲν κώμη Κίσσα ἐκαλέετο, Καρβὶς δὲ τῷ αἰγιαλῷ οὔνομα ἦν.
ἐνθαῦτα πλοίοισιν ἐπιτυγχάνουσι σμικροῖσιν, οἷα ἁλιέων πλοῖα οὐκ εὐδαιμόνων· αὐτοὺς δὲ οὐ καταλαμβάνουσιν, ἀλλʼ ἔφυγον γὰρ κατορμιζομένας κατιδόντες τὰς νέας. σῖτός τε αὐτόθι οὐκ ἐνῆν, καἰ ἐπελελοίπει τὴν στρατιὴν ὁ πολλός· ἀλλὰ αἶγας ἐμβαλόμενοι ἐς τὰς νέας, οὕτω δὴ ἀπέπλωον. καὶ περιπλώσαντες ἄκρην ὑψηλὴν ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίους ἀνέχουσαν ἐς τὸν πόντον, κατάγονται ἐν λιμένι ἀκλύστῳ. καὶ ὕδωρ αὐτόθι ἦν, καὶ ἁλιέες ᾤκεον· Μοσαρνὰ οὔνομα ἦν τῷ λιμένι.
ἐνθένδε κατηγεμὼν τοῦ πλόου λέγει Νέαρχος ὅτι συνέπλωσεν αὐτοῖσιν Ὑδράκης οὔνομα, Γαδρώσιος· ὑπέστη δὲ Ὑδράκης καταστήσειν αὐτοὺς μέχρι Καρμανίης. τὰ δὲ ἀπὸ τοῦδε οὐκέτι χαλεπὰ ἦν, ἀλλὰ μᾶλλόν τι εὔορμα, ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν.
ἐκ δὲ Μοσαρνῶν νυκτὸς ἄραντες πλώουσι σταδίους ἑπτακοσίους καὶ πεντήκοντα ἐς Βάλωμον αἰγιαλόν· ἐνθένθε ἐς Βάρνα κώμην σταδίους τετρακοσίους, ἵνα φοίνικές τε πολλοὶ ἐνῆσαν καὶ κῆπος, καὶ ἐν τῷ κήπῳ μύρσιναι ἐπεφύκεσαν καὶ ἄλλα ἄνθεα, ἀπʼ ὅτων στεφανώματα τοῖσι κωμήτῃσιν ἐπλέκετο· ἐνθαῦτα πρῶτον δένδρεά τε εἶδον ἥμερα, καὶ ἀνθρώπους οὐ πάντη θηριώδεας ἐποικέοντας
ἐνθένδε ἐς διηκοσίους σταδίους περιπλώσαντες καταίρουσιν ἐς Δενδρόβοσα, καὶ αἱ νέες ἐπʼ ἀγκυρέων ἐσάλευσαν.
ἐνθένδε ἀμφὶ μέσας νύκτας ἄραντες ἐς Κώφαντα λιμένα ἀπίκοντο, τετρακοσίους μάλιστα σταδίους διεκπλώσαντες·
ἐνθαῦτα ἁλιέες τε ᾤκεον, καὶ πλοῖα αὐτοῖσιν ἦν σμικρὰ καὶ πονηρά· καὶ τῇσι κώπῃσιν οὐ κατὰ σκαλμὸν ἤρεσσον ὡς ὁ Ἑλλήνων νόμος, ἀλλὰ τὸ ὕδωρ ἀναβάλλοντες ἔνθεν καὶ ἔνθεν, κατάπερ οἱ σκάπτοντες τὴν γῆν. ὕδωρ δὲ πολλόν τε ἦν ἐν τῷ λιμένι καὶ καθαρόν.
περὶ δὲ πρώτην φυλακὴν ἄραντες καταίρουσιν ἐς Κύιζα, ἐς ὀκτακοσίους σταδίους δίεκπλώσαντες, ἵνα αἰγιαλός τε ἔρημος ἦν καὶ ῥηχίη. αὐτόθι ὦν ἐπʼ ἀγκυρέων ὥρμεον, κατὰ νέας τε ἐδειπνοποιέοντο.
ἐνθένδε διεκπλώσαντες σταδίους πεντακοσίους ἀπίκοντο ἔς τινα πόλιν σμικρήν, οἰκεομένην ἐπὶ γηλόφου οὐ πόρρω τοῦ αἰγιαλοῦ.
καὶ Νέαρχος ἐπιφρασθεὶς ὅτι σπείρεσθαι τὴν χώρην οἰκός, λέγει πρὸς Ἀρχίην — συνέπλωε δὲ Νεάρχῳ, τῶν ἐν αἴνῃ ἐὼν Μακεδόνων — πρὸς τοῦτον λέγει ὅτι καταληπτέον σφίσιν εἴη τὸ χωρίον·
ἑκόντας τε γὰρ οὐκ ἂν οἴεσθαι δοῦναι τῇ στρατιῇ σιτία, βίῃ τε οὐκ οἷόν τε εἶναι ἐξαιρέειν, πολιορκίης δὲ καὶ τριβῆς δεήσειν, σφᾶς δὲ ἐπιλελοιπέναι τὰ σιτία. ὅτι δὲ ἡ γῆ σιτοφόρος, τῇ καλάμῃ τεκμηριοῦσθαι, ἥντινα οὐ πόρρω τοῦ αἰγιαλοῦ ἀπεώρων βαθέαν. ταῦτα ἐπεί σφισιν ἐδόκεε, τὰς μὲν ἄλλας νέας κελεύει παραρτέεσθαι ὡς ἐς πλόον, καὶ Ἀρχίης αὐτῷ ἐξήρτυε τὰ ἐς τὸν πλόον· αὐτὸς δὲ ὑπολειφθεὶς μετὰ μιῆς νεὸς ἐπὶ θέαν δῆθεν τῆς πόλιος ᾔει.
προσάγοντι δὲ αὐτῷ πρὸς τὰ τείχεα φιλίως ξείνια ἔφερον ἐκ τῆς πόλιος θύννους τε ἐν κριβάνοισιν ὀπτούς — οὗτοι γὰρ ἔσχατοι τῶν Ἰχθυοφάγων οἰκέοντες πρῶτοι αὐτοῖσιν ὤφθησαν οὐκ ὠμοφαγέοντες—καὶ πέμματα ὀλίγα καὶ βαλάνους φοινίκων.
ὃ δὲ ταῦτα μὲν ἄσμενος δέκεσθαι ἔφη, ἐθέλειν δὲ θεήσασθαι τὴν πόλιν· οἳ δὲ εἴων παρελθεῖν.