34.6
ἐν τούτῳ δὲ τῶν τινες κατὰ ζήτησιν τοῦ Νεάρχου ἐσταλμένων ἵππους τε ἐπὶ κομιδῇ αὐτοῦ καὶ ἀπήνας δὲ ἄγοντες ἐντυγχάνουσι κατὰ τὴν ὁδὸν αὐτῷ τε Νεάρχῳ καὶ Ἀρχίῃ, καὶ κέντε ἢ ἓξ ἅμα αὐτοῖσι.
34.7
καὶ ἐντυχόντες οὔτε αὐτὸν ἐγνώρισαν οὔτε Ἀρχίην — οὕτω τι κάρτα ἀλλοῖοι ἐφάνησαν, κομόωντές τε καὶ ῥυπόωντες καὶ μεστοὶ ἅλμης καὶ ῥικνοὶ τὰ σώματα καὶ ὠχροὶ ὑπὸ ἀγρυπνίης
34.8
τε καὶ τῆς ἄλλης ταλαιπωρίης — ἀλλὰ ἐρομένοισι γὰρ αὐτοῖσιν ἵναπερ εἴη Ἀλέξανδρος, ὑποκρινάμενοι τὸν χῶρον οἳ δὲ παρήλαυνον.
34.9
Ἀρχίης δὲ ἐπιφρασθεὶς λέγει πρὸς Νέαρχον “ὦ Νέαρχε, τούτους τοὺς ἀνθρώπους δι’ ἐρημίης ἐλαύνειν τὴν αὐτὴν ἡμῖν ὁδὸν οὐκ ἐπʼ ἄλλῳ τινὶ συντίθημι ὅτι μὴ κατὰ ζήτησιν τὴν ἡμετέρην ἀπεσταλμένους.
34.10
ὅτι δὲ οὐ γινώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς, ὥστε ἄγνωστοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς ἐρώμεθα κατʼ ὅτι ταύτην ἐλαύνουσιν.
34.11
” ἔδοξε Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅκοι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ τοῦ ναυτικοῦ.
34.12
δ δέ “οὗτοσ” ἔφη “ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίης οὗτος. ἀλλὰ ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.”
35.1
ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτι “οὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ,” ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι.