Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
4.7 εἶναι ὦν τὸ εὖρος τῷ Γάγγῃ, ἔνθαπερ αὐτὸς ἑωυτοῦ στεινότατος, ἐς ἑκατὸν σταδίους· πολλαχῆ δὲ καὶ λιμνάζειν, ὡς μὴ ἄποπτον εἶναι τὴν πέρην χώρην, ἵναπερ χθαμαλή τέ ἐστι καὶ οὐδαμῆ γηλόφοισιν ἀνεστηκυῖα.
4.8 τῷ δὲ Ἰνδῷ ἐς τωὐτὸν ἔρχεται. Ὑδραώτης μὲν ἐν Καμβισθόλοισι παρειληφὼς τόν τε Ὕφασιν ἐν Ἀστρύβῃσι καὶ τὸν Σαράγγην ἐκ Κηκέων καὶ τὸν Νεῦδρον ἐξ Ἀττακηνῶν, ἐς τὸν Ἀκεσίνην ἐμβάλλουσιν.
4.9 Ὑδάσπης δὲ ἐν Ὀξυδράκῃσιν ἄγων ἅμα οἷ τὸν Σίναρον ἐν Ἀρίσπῃσιν ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ καὶ οὗτος.
4.10 ὁ δὲ Ἀκεσίνης ἐν Μαλλοῖσι συμβάλλει τῷ Ἰνδῷ· καὶ Τούταπος δὲ μέγας ποταμὸς ἐς τὸν Ἀκεσίνην ἐκδιδοῖ. τούτων ὁ Ἀκεσίνης ἐμπλησθεὶς καὶ τῇ ἐπικλήσι ἐκνικήσας αὐτὸς τῷ ἑωυτοῦ δὴ οὐνόματι ἐσβάλλει ἐς τὸν Ἰνδόν.
4.11 κωφὴν δὲ ἐν Πευκελαΐτιδι, ἅμα οἷ ἄγων Μάλαντόν τε καὶ Σόαστον καὶ Γαρροίαν, ἐκδιδοῖ ἐς τὸν Ἰνδόν.
4.12 κατύπερθε δὲ τούτων Πάρενος καὶ Σάπαρνος, οὐ πολὺ διέχοντες, ἐμβάλλουσιν ἐς τὸν Ἰνδόν. Σόανος δὲ ἐκ τῆς ὀρεινῆς τῆς Ἀβισσαρέων ἔρημος ἄλλου ποταμοῦ ἐκδιδοῖ ἐς αὐτόν. καὶ τούτων τοὺς πολλοὺς Μεγασθένης λέγει ὅτι πλωτοί εἰσιν.
4.13 οὔκουν ἀπιστίην χρὴ ἔχειν ὑπέρ τε τοῦ Ἰνδοῦ καὶ τοῦ Γάγγεω, μηδὲ συμβλητοὺς εἶναι αὐτοῖσι τόν τε Ἴστρον καὶ τὸν Νεῖλον.
4.14 ἐς μέν γε τὸν Νεῖλον οὐδένα ποταμὸν ἐκδιδόντα ἴδμεν, ἀλλὰ ἀπʼ αὐτοῦ διώρυχας τετμημένας κατὰ τὴν χώρην τὴν Αἰγυπτίην·
4.15 ὁ δὲ Ἴστρος ὀλίγος μὲν ἀνίσχει ἀπὸ τῶν πηγέων, δέκεται δὲ πολλοὺς ποταμούς, ἀλλὰ οὐδὲ πλήθεϊ ἴσους τοῖσιν Ἰνδῶν ποταμοῖσιν, οἳ τὸν Ἰνδὸν καὶ τὸν Γάγγεα ἐκδιδοῦσι, πλωτοὺς δὲ δὴ κάρτα ὀλίγους, ὧν τοὺς μὲν αὐτὸς ἰδὼν οἶδα, τὸν Ἔνον τε καὶ τὸν Σάον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme