33.9
τότε μὲν δὴ ἐπὶ τὰς νέας ἀπῆλθεν· ὑπὸ δὲ τὴν ἕω τὰς νέας ἐνεώλκεεν, ἐπισκευῆς τε εἵνεκα, ὅσαι αὐτέων κατὰ τὸν πλόον ἐπεπονήκεσαν, καὶ ἅμα ὅτι ἐν τῷ χώρῳ τούτῳ ὑπολείπεσθαί οἱ ἐδόκεε τὸν πολλὸν στρατόν. χάρακά τε ὦν περιβάλλεται διπλόον τῷ ναυστάθμῳ, καὶ τεῖχος γήινον καὶ τάφρον βαθέαν, ἀπὸ τοῦ ποταμοῦ τῆς ὄχθης ἀρξάμενος ἔστε ἐπὶ τὸν αἰγιαλόν, ἵνα αἱ νέες αὐτῷ ἀνειρυσμέναι ἦσαν.
34.1
ἐν ᾧ δὲ Νέαρχος ταῦτα ἐκόσμεε, τῆς χώρης ὁ ὕπαρχος πεπυσμένος ὅκως ἐν μεγάλῃ φροντίδι ἔχοι Ἀλέξανδρος τὰ ἀμφὶ τὸν στόλον τοῦτον, μέγα δή τι ἐξ Ἀλεξάνδρου ἀγαθὸν ἔγνω πείσεσθαι, εἰ πρῶτός οἱ ἀπαγγείλειε τοῦ στρατοῦ τὴν σωτηρίην καὶ τὸν Νέαρχον ὅτι οὐ πολλῷ ὕστερον ἀπίξεται ἐς ὄψιν τὴν τοῦ βασιλέος.
34.2
οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν. τότε μὲν δὴ καίπερ ἀπιστέων τῷ λόγῳ Ἀλέξανδρος, ἀλλὰ ἐχάρη γε κατὰ τὸ οἰκὸς τῇ ἀγγελίῃ·
34.3
ὡς δὲ ἡμέρη τε ἄλλη ἐξ ἄλλης ἐγίνετο, καὶ συντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον οὐκέτι
34.4
πιστὰ τὰ ἀπηγγελμένα ἐφαίνετο, πεμπόμενοί τε ἄλλοι ἐπʼ ἄλλοισιν ὡς ἐπὶ κομιδῇ τοῦ Νεάρχου οἳ μέν τινες ὀλίγον τῆς ὁδοῦ προελθόντες καὶ οὐδενὶ ἐγκύρσαντες κενοὶ ἐπανῄεσαν, οἳ δὲ καὶ πορρωτέρω ἐλθόντες καὶ διαμαρτόντες τῶν ἀμφὶ Νέαρχον, οὐδὲ αὐτοὶ
34.5
ἐπανῄεσαν, ἐνθαῦτα δὴ τὸν μὲν ἄνθρωπον ἐκεῖνον, ὡς κενά τε ἀγγείλαντα καὶ λυπηρότερά οἱ τὰ πρήγματα ποιήσαντα τῇ ματαίῃ εὐφροσύνῃ, συλλαβεῖν κελεύει Ἀλέξανδρος, αὐτὸς δὲ τῇ τε ὄψι καὶ τῇ γνώμῃ δῆλος ἦν μεγάλῳ ἄχεϊ βεβλημένος.