25.7
καὶ ταῦτα οὐκ ἀποικότα δοκέει μοι ἀναγράψαι Νέαρχος· ἐπεὶ καὶ ἐν Συήνῃ τῇ Αἰγυπτίῃ, ἐπεὰν τροπὰς ἄγῃ θέρεος ὥρῃ ὁ ἥλιος, φρέαρ ἀποδεδειγμένον ἐστί, καὶ τοῦτο ἄσκιον ἐν μεσαμβρίῃ φαίνεται· ἐν Μερόῃ δὲ πάντα ἄσκια τῇ αὐτῇ ὥρῃ.
25.8
οἰκὸς ὦν καὶ ἐν Ἰνδοῖσιν, ἅτε πρὸς μεσαμβρίην ᾠκισμένοισι, τωὐτὰ δὴ πάθεα ἐπέχειν, καὶ μάλιστα δὴ κατὰ τὸν πόντον τὸν Ἰνδικόν, ὅσῳ μᾶλλον αὐτοῖσιν ἡ θάλασσα πρὸς μεσαμβρίην κέκλιται. ταῦτα μὲν δὴ ὧδε ἐχέτω.
26.1
ἐπὶ δὲ Ὠρείτῃσι κατὰ μὲν μεσογαίην Γαδρώσιοι ἐπεῖχον, ὧν τὴν χώρην χαλεπῶς διεξῆλθεν ἅμα τῇ στρατιῇ Ἀλέξανδρος, καὶ κακὰ τοσαῦτα ἔπαθεν, ὅσα οὐδὲ τὰ σύμπαντα τῆς συμπάσης στρατηλασίης. ταῦτά μοι ἐν τῇ μέζονι συγγραφῇ ἀναγέγραπται. κάτα δὲ Γαδρωσίων.
26.2
παρὰ τὴν θάλασσαν αὐτὴν οἱ Ἰχθυοφάγοι καλεόμενοι οἰκέουσι. παρὰ τούτων τὴν γῆν ἔπλωον. τῇ μὲν δή πρώτῃ ἡμέρῃ περὶ δευτέρην φυλακήν ἀναχθέντες καταίρουσιν ἐς Βαγίσαρα· στάδιοι τοῦ παραπλόου ἑξακόσιοι.
26.3
λιμήν τε ἔνι αὐτόθι εὔορμος, καὶ κώμη Πάσιρα, ἀπέχουσα ἀπὸ θαλάσσης ἐξήκοντα σταδίους, καὶ οἱ πρόσοικοι αὐτῆς Πασιρέες.
26.4
ἐς δὲ τὴν ὑστεραίην πρωιαίτερον τῆς ὥρης ἀναχθέντες περιπλώουσιν ἄκρην ἐπὶ πολλόν τε ἀνέχουσαν ἐς τὸν πόντον καὶ ταύτην ὑψηλὴν καὶ κρημνώδεα.
26.5
φρέατα δὲ ὀρύξαντες, ὕδωρ ὀλίγον καὶ πονηρὸν ἀρυσάμενοι ταύτῃ μὲν τῇ ἡμέρῃ ἐπὶ ἀγκυρέων ὥρμεον, ὅτι ῥηχίη κατὰ τὸν αἰγιαλὸν ἀνεῖχεν·