Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
23.5 ἐν τούτῳ τῷ χώρῳ Λεόννατος, ὅτῳ τὰ Ὠρειτέων ἐξ Ἀλεξάνδρου ἐπετέτραπτο, μάχῃ μεγάλῃ νικᾷ Ὠρείτας τε καὶ ὅσοι Ὠρείτῃσι συνεπελάβοντο τοῦ ἔργου. καὶ κτείνει αὐτῶν ἑξακισχιλίους, καὶ τοὺς ἡγεμόνας πάντας· τῶν δὲ σὺν Λεοννάτῳ ἱππέες μὲν ἀποθνήσκουσι πεντεκαίδεκα, τῶν δὲ πεζῶν ἄλλοι τε οὐ πολλοὶ καὶ Ἀπολλοφάνης ὁ Γαδρωσίων σατράπης.
23.6 ταῦτα μὲν δὴ ἐν τῇ ἄλλῃ συγγραφῇ ἀναγέγραπται, καὶ ὅκως Λεόννατος ἐπὶ τῷδε ἐστεφανώθη πρὸς Ἀλεξάνδρου χρυσέῳ στεφάνῳ.
23.7 ἐνθαῦτα σῖτος ἦν νενημένος κατὰ πρόσταγμα Ἀλεξάνδρου ἐς ἐπισιτισμὸν τῷ στρατῷ, καὶ ἐμβάλλονται σιτία ἡμερέων δέκα ἐς τὰς νέας.
23.8 καὶ τῶν νεῶν ὅσαι ἐπεπονήκεσαν κατὰ τὸν πλόον μέχρι τοῦδε ἐπεσκεύασαν, καὶ τῶν ναυτέων ὅσοι ἐν τῷ ἔργῳ βλακεῦσαι ἐφαίνοντο Νεάρχῳ, τούτους μὲν πεζῇ ἄγειν Λεοννάτῳ ἔδωκεν, αὐτὸς δὲ ἀπὸ τῶν σὺν Λεοννάτῳ στρατιωτέων συμπληροῖ τὸ ναυτικόν.
24.1 ἐνδένδε ὁρμηθέντες ἔπλωον ἀκραεί, καὶ διελθόντες 5 σταδίους ἐς πεντακοσίους ὡρμίζοντο πρὸς ποταμῷ χειμαρρόῳ· Τόμηρος οὔνομα ἦν τῷ ποταμῷ.
24.2 καὶ λίμνη ἦν ἐπὶ τῇσιν ἐκβολῇσι τοῦ ποταμοῦ, τὰ δὲ βραχέα τὰ πρὸς τῷ αἰγιαλῷ ἐπῴκεον ἄνθρωποι ἐν καλύβῃσι πνιγηρῇσι. καὶ οὗτοι ὡς προσπλώοντας εἶδον, ἐθάμβησάν τε καὶ παρατείναντες σφᾶς παρὰ τὸν αἰγιαλὸν ἐτάχθησαν ὡς ἀπομαχεόμενοι πρὸς τοὺς ἐκβαίνοντας.
24.3 λόγχας δὲ ἐφόρεον παχέας, μέγαθος ὡς ἑξαπήχεας· ἀκωκὴ δὲ οὐκ ἐπῆν σιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐτοῖσι πεπυρακτωμένον τωὐτὸ ἐποίεε. πλῆθος δὲ ἦσαν ὡς ἑξακόσιοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme