22.9
ἀλλὰ τεσσαράκοντα σταδίους ἐς τὸ ἄνω προχωρήσαντες λάκκῳ ἐπιτυγχάνουσι, καὶ ἔνθεν ὑδρευσάμενοι ὀπίσω ἀπενόστησαν. νῆσος δὲ ἐπὶ τῷ λιμένι ὑψηλὴ καὶ ἐρήμη, καὶ περὶ ταύτην ὀστρέων τε καὶ ἰχθύων παντοδαπῶν θήρη. μέχρι μὲν τοῦδε Ἀράβιες, ἔσχατοι Ἰνδῶν ταύτῃ ᾠκισμένοι, τὰ δὲ ἀπὸ τοῦδε Ὠρεῖται ἐπεῖχον.
23.1
ὁρμηθέντες δὲ ἐκ τῶν ἐκβολέων τοῦ Ἀράβιος παρέπλωον τῶν Ὠρειτέων τὴν χώρην. καὶ ὁρμίζονται ἐν Παγάλοισι, πλώσαντες σταδίους ἐς διηκοσίους, πρὸς ῥηχίῃ. ἀλλὰ ἀγκύρῃσι γὰρ ἐπίβολος ἦν ὁ χῶρος. τὰ μὲν ὦν πληρώματα ἀπεσάλευον ἐν τῇσι νηυσίν, οἱ δὲ ἐπʼ ὕδωρ ἐκβάντες ὑδρεύοντο.
23.2
τῇ δʼ ὑστεραίῃ ἀναχθέντες ἅμα ἡμέρῃ καὶ πλώσαντες σταδίους ἐς τετρακοσίους κατάγονται ἑσπέριοι ἐς Κάβανα, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ ἐρήμῳ. ἐνθαῦτα ῥηχίη τρηχέα ἦν, καὶ ἐπὶ τῷδε μετεώρους τὰς νέας ὡρμίσαντο.
23.3
κατὰ τοῦτον τὸν πλόον πνεῦμα ὑπολαμβάνει τὰς νέας μέγα ἐκ πόντου, καὶ νέες δύο μακραὶ διαφθείρονται ἐν τῷ πλόῳ, καὶ κέρκουρος· οἱ δὲ ἄνθρωποι σῴζονται ἀπονηξάμενοι, ὅτι οὐ πόρρω τῆς γῆς ὁ πλόος ἐγίνετο.
23.4
ἀμφὶ δὲ μέσας νύκτας ἀναχθέντες πλώουσιν ἔστε ἐπὶ Κώκαλα, ἃ τοῦ αἰγιαλοῦ, ἔνθεν ὡρμήθησαν, ἀπεῖχε σταδίους διηκοσίους· καὶ αἱ μὲν νέες σαλεύουσαι ὥρμεον, τὰ πληρώματα δὲ ἐκβιβάσας Νέαρχος πρὸς τῇ γῇ ηὐλίσθη, ὅτι ἐπὶ πολλὸν τεταλαιπωρηκότες ἐν τῇ θαλάσσῃ ἀναπαύσασθαι ἐπόθεον. στρατόπεδον δὲ περιεβάλετο τῶν βαρβάρων τῆς φυλακῆς εἵνεκα.