Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
14.7 βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον.
14.8 ζῴουσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῴοντες ἐς διηκόσια, πολλοὶ δὲ νούσῳ προτελευτέουσιν.
14.9 καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι ὕεια κρέα ὀπτεύμενα καὶ καταπλασσόμενα.
15.1 τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρχος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι, τίγριν εἶναι μέγαθος μὲν ἡλίκον τὸν μέγιστον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ εἰκάσαι·
15.2 ἐπεὰν γὰρ ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπηδᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν εὐπετέως.
15.3 ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ τοὺς ἄλλους θῶας.
15.4 ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁκοῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας τὸ Μακεδονικόν.
15.5 Μεγασθένης δὲ ἀτρεκέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει, τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ εἵνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύωσι, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες ὀλίγον τῆς γῆς ὀρύσσουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme