Thesauros Literature History Ἰνδική

Ἰνδική

Ἰνδική Arrian
 
οὔνομα σὲ τῷ ποταμῷ Ὀροάτις. μέγιστος δὲ τῶν ποταμῶν, ὡς λέγει Νέαρχος, ὅσοι ἐν τῷ παραπλόῳ τῷδε ἐμβάλλουσιν ἐς τὸν ἔξω πόντον.
 
μέχρι τοῦδε Πέρσαι οἰκέουσι, τὰ δὲ ἀπὸ τοῦδε Σούσιοι. Σουσίων δὲ ἄλλο ἔθνος αὐτόνομον κατύπερθε προσοικέει· Οὔξιοι καλέονται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταὶ εἰσι. μῆκος τοῦ παραπλόου τῆς Περσίδος χώρης στάδιοι τετρακόσιοι καὶ τετρακισχίλιοι.
 
τὴν δὲ Περσίδα γῆν τριχῆ νενεμῆσθαι τῶν ὡρέων λόγος κατέχει. τὸ μὲν αὐτῆς πρὸς τῇ Ἐρυθρῇ θαλάσσῃ οἰκεόμενον ψαμμῶδές τε εἶναι καὶ ἄκαρπον ὑπὸ
 
καύματος, τὰ δὲ ἀπὸ τοῦδε ὡς πρὸς ἄρκτον τε καὶ βορέην ἄνεμον ἰόντων καλῶς κεκρᾶσθαι τῶν ὡρέων, καὶ τὴν χώρην ποιώδεά τε εἶναι καὶ λειμῶνας ὑδρηλοὺς καὶ ἄμπελον πολλὴν φέρειν καὶ ὅσοι ἄλλοι καρποί, πλὴν ἐλαίης·
 
παραδείσοισί τε παντοίοισι τεθηλέναι, καὶ ποταμοῖσι καθαροῖσι διαρρέεσθαι καὶ λίμνῃσι, καὶ ὄρνισιν ὁκόσοισιν ἀμφὶ ποταμούς τε καὶ λίμνας ἐστὶ τὰ ἤθεα ἵπποισί τε ἀγαθὴν εἶναι, καὶ τοῖσιν ἄλλοισιν ὑποζυγίοισι νέμεσθαι, καὶ ὑλώδεά τε πολλαχῆ καὶ πολύθηρον.
 
τὴν δὲ πρόσω ἔτι ἐπʼ ἄρκτον ἰόντων χειμερίην τε καὶ νιφετώδεα, ὥστε πρέσβεας τινὰς ἐκ τοῦ Εὐξείνου πόντου λέγει Νέαρχος κάρτα ὀλίγην ὁδὸν διελθόντας ἐντυχεῖν κατὰ τὴν ὁδὸν ἰόντι τῆς Περσίδος καὶ θῶμα γενέσθαι Ἀλεξάνδρῳ, καὶ εἰπεῖν Ἀλεξάνδρῳ τῆς ὁδοῦ τὴν βραχύτητα.
 
Σουσίοισι δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσῃσι προσεχέες οἰκέουσι, λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι.
 
καὶ πάντα ταῦτα τὰ ἔθνεα ἡμέρωσεν Ἀλέξανδρος, χειμῶνος ὥρῃ ἐπιπεσὼν αὐτοῖσιν, ὅτε ἄβατον σφῶν τὴν χώρην ἦγον.
 
καὶ πόλιας ἐπέκτισε τοῦ μὴ νομάδας ἔτι εἶναι ἀλλὰ ἀροτῆρας καὶ γῆς ἐργάτας, καὶ ἔχειν ὑπὲρ ὅτων δειμαίνοντες μὴ κακὰ ἀλλήλους ἐργάσονται. ἐνθένδε τὴν Σουσίων γῆν παρήμειβεν ὁ στρατός.
 
καὶ ταῦτα οὐκέτι ὡσαύτως ἀτρεκέως λέγει Νέαρχος ὅτι ἔστιν οἱ ἐκφράσαι, πλήν γε δὴ τοὺς ὅρμους τε καὶ τὸ μῆκος τοῦ πλόου·
 
τὴν χώρην γὰρ τεναγώδεά τε εἶναι τὴν πολλὴν καὶ ῥηχίῃσιν ἐπὶ μέγα ἐς τὸν πόντον ἐπέχουσαν, καὶ ταύτῃ σφαλερὴν ἐγκατορμίζεσθαι. πελαγίοισιν ὦν σφίσι τὴν κομιδὴν τὸ πολλὸν γενέσθαι.
 
ὁρμηθῆναι μὲν δὴ ἐκ τοῦ ποταμοῦ τῶν ἐκβολέων, ἵναπερ ηὐλίσθησαν ἐπὶ τοῖσιν οὔροισι τῆς Περσίδος, ὕδωρ δὲ ἐμβαλέσθαι πέντε ἡμερέων· οὐκ ἔφασκον γὰρ εἶναι ὕδωρ οἱ κατηγεμόνες τοῦ πλόου.
 
σταδίους δὲ πεντακοσίους κομισθέντες ὁρμίζονται ἐπὶ στόματι λίμνης ἰχθυώδεος, ᾗ οὔνομα Κατάδερβις· καὶ νησὶς ἐπῆν τῷ στόματι· Μαργάστανα τῇ νησῖδι οὔνομα.
 
ἐνθένδε δὲ ὑπὸ τὴν ἕω ἐκπλώσαντες κατὰ βραχέα ἐκομίζοντο ἐπὶ μιῆς νεός· πασσάλοισι δὲ ἔνθεν καὶ ἔνθεν πεπηγόσιν ἀπεδηλοῦτο τὰ βραχέα, κατάπερ ἐν τῷ μεσσηγὺς Λευκάδος τε νήσου ἰσθμῷ καὶ Ἀκαρνανίης ἀποδέδεικται σημήια τοῖσι ναυτιλλομένοισι τοῦ μὴ ἐποκέλλειν ἐν τοῖσι βραχέσι τὰς νέας.
 
ἀλλὰ τὰ μὲν κατὰ Λευκάδα ψαμμώδεα ἐόντα τοῖσιν ἐποκείλασι ταχέαν τὴν ὑπονόστησιν ἐνδιδοῖ· κεῖθι δὲ πηλός ἐστιν ἐπʼ ἑκάτερα τοῦ πλεομένου βαθὺς καὶ ἰλυώδης, ὥστε οὐδεμιῇ μηχανῇ ἐποκείλασιν ἦν ἀποσωθῆναι.
 
οὔτε γὰρ κοντοὶ κατὰ τοῦ πηλοῦ δύνοντες αὐτοῖς οὐδέν τι ἐπωφέλεον, ἀνθρώποις τε ἐκβῆναι τοῦ ἀπῶσαι τὰς νέας ἐς τὰ πλεόμενα ἄπορον ἐγίνετο· ἔδυνον γὰρ κατὰ τοῦ πηλοῦ ἔστε ἐπὶ τὰ στήθεα.
 
οὕτω δὴ χαλεπῶς διεκπλώσαντες ἐς σταδίους ἑξακοσίους κατὰ νέα ἕκαστοι ὁρμισθέντες, ἐνθαῦτα δείπνου ἐμνήσθησαν.
 
τὴν νύκτα δὲ ἤδη κατὰ βάθεα ἔπλωον καὶ τὴν ἐπεξῆς ἡμέρην ἔστε ἐπὶ βουλυτόν· καὶ ἦλθον σταδίους ἐνακοσίους, καὶ κατωρμίσθησαν ἐπὶ τῷ στόματι τοῦ Εὐφράτεω πρὸς κώμῃ τινὶ τῆς Βαβυλωνίης χώρης — οὔνομα δὲ αὐτῇ Διρίδωτις —,
 
ἵνα λιβανωτόν τε ἀπὸ τῆς πέριξ γῆς οἱ ἔμποροι ἀγινέουσι καὶ τὰ ἄλλα ὅσα θυμιήματα ἡ Ἀράβων γῆ φέρει.
 
ἀπὸ δὲ τοῦ στόματος τοῦ Εὐφράτεω ἔστε ἐπὶ Βαβυλῶνα λέγει Νέαρχος σταδίους εἶναι ἐς τρισχιλίους καὶ τριηκοσίους.
 
ἐνθαῦτα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλλεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλωον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ.
 
ἔπλωον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερῇ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλώουσι λίμνην, ἐς ἥν ὁ Τίγρης ἐρβάλλει ποταμός,
 
ὃς ῥέων ἐξ Ἀρμενίων ταρὰ πόλιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέσην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτεω ποταμοῦ — ἥν Μεσοποταμίην ἐπὸ τῷδε κληίζεσθαι — ἀπείργει.
 
ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν· αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ παραπλόου τῆς Σουσίων γῆς ἔστε ἐπὶ τὸ στόμα τοῦ Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι.
 
ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἀνέπλωον διὰ χώρης οἰκεομένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται, προσμένοντες οὕστινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα ὁ βασιλεὺς εἴη.
 
αὐτὸς δὲ ἔθυε θεοῖσι τοῖσι σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε, καὶ ἡ στρατιὴ ἡ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν.
 
ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλωον αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν· καὶ πρὸς τῇ σχεδίῃ ὁρμίζονται, ἐπʼ ἧς τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλεξανδρος ἐς Σοῦσα.
 
ἐνθαῦτα ἀνεμίγη ὁ στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο· καὶ Νέαρχος ὅκου παραφανείη τῆς στρατιῆς, ἄνθεσί τε καὶ ταινίῃσιν ἐβάλλετο.
 
ἔνθα καὶ χρυσέῳ στεφάνῳ στεφανοῦνται ται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέαρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἥν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείτῃσι προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάνδρῳ ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς ὁ στρατός.
 
τὰ δὲ ἐν δεξιῇ τῆς Ἐρυθρῆς θαλάσσης ὑπὲρ τὴν Βαβυλωνίην Ἀραβίη ἡ πολλή ἐστι, καὶ ταύτης τὰ μὲν κατήκει ἔστε ἐπὶ τὴν θάλασσαν τὴν κατὰ Φοινίκην τε καὶ τὴν Παλαιστίνην Συρίην, πρὸς δυομένου δὲ ἡλίου ὡς ἐπὶ τὴν ἔσω θάλασσαν Αἰγύπτιοι τῇ Ἀραβίῃ ὁμουρέουσι.
 
κατὰ δὲ Αἴγυπτον ἐσέχων ἐκ τῆς μεγάλης θαλάσσης κόλπος δῆλον ποιέει ὅτι εἵνεκά γε τοῦ σύρροον εἶναι τὴν ἔξω θάλασσαν περίπλοος ἂν ἦν ἐκ Βαβυλῶνος ἐς τὸν κόλπον τοῦτον ἐσέχοντα ὡς ἐπʼ Αἴγυπτον.
 
ἀλλὰ γὰρ οὔ τις παρέπλωσε ταύτῃ οὐδαμῶν ἀνθρώπων ὑπὸ καύματος καὶ ἐρημίης, εἰ μή τινές γε πελάγιοι κομιζόμενοι.
 
ἀλλὰ οἱ ἀπʼ Αἰγύπτου γὰρ ἐς Σοῦσα ἀποσωθέντες τῆς στρατιῆς τῆς Καμβύσεω καὶ οἱ παρὰ Πτολεμαίου τοῦ Λάγου παρὰ Σέλευκον τὸν Νικάτορα σταλέντες ἐς Βαβυλῶνα
 
διὰ τῆς Ἀραβίης χώρης ἰσθμόν τινα διαπορευθέντες ἐν ἡμέρῃσιν ὀκτὼ τῇσι πάσῃσιν ἄνυδρον καὶ ἐρήμην χώρην ἐπῆλθον ἐπὶ καμήλων σπουδῇ ἐλαύνοντες ὕδωρ τέ σφισιν ἐπὶ τῶν καμήλων φέροντες καὶ νυκτοπορέοντες· τὰς γὰρ ἡμέρας ὑπαίθριοι ἀνέχεσθαι διὰ καῦμα ἀδύνατοι ἦσαν.
 
τοσούτου δέει τά γε ἐπέκεινα ταύτης τῆς χώρης, ἥντινα ἰσθμὸν ἀπεφαίνομεν ἐκ τοῦ κόλπου τοῦ Ἀραβίου κατήκοντα ἐς τὴν Ἐρυθρὴν θάλασσαν οἰκεόμενα εἶναι, ὁκότε τὰ πρὸς ἄρκτον μᾶλλον αὐτῶν ἀνέχοντα ἔρημά τέ ἐστι καὶ ψαμμώδεα.
 
ἀλλὰ γὰρ ἀπὸ τοῦ Ἀραβίου κόλπου τοῦ κατʼ Αἴγυπτον ὁρμηθέντες ἄνθρωποι, ἐκπεριπλώσαντες τὴν πολλὴν Ἀραβίην τοῦ ἐλθεῖν ἐς τὴν κατὰ Σοῦσά τε καὶ Πέρσας θάλασσαν, ἐς τοσόνδε ἄρα παραπλώσαντες τῆς Ἀραβίης, ἐς ὅσον σφίσι τὸ ὕδωρ ἐπήρκεσε τὸ ἐμβληθὲν ἐς τὰς νέας, ἔπειτα ὀπίσω ἀπενόστησαν.
 
ἐκ Βαβυλῶνος δὲ οὕστινας ἔστειλεν Ἀλέξανδρος, ὡς ἐπὶ μήκιστον πλώοντας ἐν δεξιῇ τῆς Ἐρυθρῆς θαλάσσης τοῦ γνῶναι τοὺς ταύτῃ χώρους, οὗτοι νήσους μέν τινας κατεσκέψαντο ἐν τῷ παραπλόῳ κειμένας,
 
καί κου καὶ τῇ ἠπείρῳ τῆς Ἀραβίης προσέσχον, τὴν δὲ ἄκρην, ἥντινα καταντικρὺ τῆς ἔστιν ὅστις ὑπερβαλὼν ἐπικάμψαι ἐς τὸ ἐπὶ θάτερα δυνατὸς ἐγένετο.
 
δοκέω δὲ ὡς εἴπερ πλωτά τε ἦν καὶ βαδιστὰ ταύτῃ, ὑπʼ Ἀλεξάνδρου ἄν τῆς πολυπραγμοσύνης ἐξελήλεγκτο πλωτά τε καὶ βαδιστὰ ἐόντα.
 
Ἄννων δὲ ὁ Λίβυς ἐκ Καρχηδόνος ὁρμηθεὶς ὑπὲρ μὲν Ἡρακληίας στήλας ἐξέπλωσεν ἐς τὸν ἔξω πόντον, ἐν ἀριστερῇ τὴν Λιβύην ἔχων· καὶ ἔστε μὲν πρὸς ἀνίσχοντα ἥλιον ὁ πλόος αὐτῷ ἐγένετο τὰς πάσας πέντε καὶ τριήκοντα ἡμέρας·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme