Book 7
7.3
τῶν γὰρ δὴ ποταμῶν τοῦ τε Εὐφράτου καὶ τοῦ Τίγρητος, οἳ τὴν μέσην σφῶν Ἀσσυρίαν ἀπείργουσιν, ὅθεν καὶ τὸ ὄνομα Μεσοποταμία πρὸς τῶν ἐπιχωρίων κληΐζεται, ὁ μὲν Τίγρης πολύ τι ταπεινότερος ῥέων τοῦ Εὐφράτου διώρυχάς τε πολλὰς ἐκ τοῦ Εὐφράτου ἐς αὑτὸν δέχεται καὶ πολλοὺς ἄλλους ποταμοὺς παραλαβὼν καὶ ἐξ αὐτῶν αὐξηθεὶς ἐσβάλλει ἐς τὸν πόντον τὸν Περσικόν, μέγας τε καὶ οὐδαμοῦ διαβατὸς ἔστε ἐπὶ τὴν ἐκβολήν, καθότι οὐ καταναλίσκεται αὐτοῦ οὐδὲν ἐς τὴν χώραν.
7.4
ἔστι γὰρ μετεωροτέρα ἡ ταύτῃ γῆ τοῦ ὕδατος οὐδὲ ἐκδίδωσιν οὗτος κατὰ τὰς διώρυχας οὐδὲ ἐς ἄλλον ποταμόν, ἀλλὰ δέχεται γὰρ ἐκείνους μᾶλλον, ἄρδεσθαί τε ἀπὸ οὗ τὴν χώραν οὐδαμῇ παρέχει.
7.5
ὁ δὲ Εὐφράτης μετέωρός τε ῥεῖ καὶ ἰσοχείλης πανταχῇ τῇ γῇ, καὶ διώρυχες δὲ πολλαὶ ἀπʼ αὐτοῦ πεποίηνται, αἱ μὲν ἀέναοι, ἀφʼ ὧν ὑδρεύονται οἱ παρʼ ἑκάτερα ᾠκισμένοι, τὰς δὲ καὶ πρὸς καιρὸν ποιοῦνται, ὁπότε σφίσιν ὕδατος ἐνδεῶς ἔχοι, ἐς τὸ ἐπάρδειν τὴν χώραν· οὐ γὰρ ὕεται τὸ πολὺ ἡ γῆ αὕτη ἐξ οὐρανοῦ· καὶ οὕτως ἐς οὐ πολὺ ὕδωρ ὁ Εὐφράτης τελευτῶν καὶ τεναγῶδες [ἐς] τοῦτο οὕτως ἀποπαύεται.
7.6
Ἀλέξανδρος δὲ περιπλεύσας κατὰ τὴν θάλασσαν ὅσον μεταξὺ τοῦ τε Εὐλαίου ποταμοῦ καὶ τοῦ Τίγρητος ἐπεῖχεν ὁ αἰγιαλὸς τοῦ κόλπου τοῦ Περσικοῦ ἀνέπλει κατὰ τὸν Τίγρητα ἔστε ἐπὶ τὸ στρατόπεδον, ἵνα Ἡφαιστίων αὐτῷ τὴν δύναμιν πᾶσαν ἔχων ἐστρατοπεδεύκει. ἐκεῖθεν δὲ αὖθις ἔπλει ἐς Ὦπιν, πόλιν ἐπὶ τοῦ Τίγρητος ᾠκισμένην.