Book 6
5.4
προσορμίσας οὖν τῇ ἐν δεξιᾷ ὄχθῃ Ἀλέξανδρος τὸν στρατόν, ἵνα σκέπη τε ἦν τοῦ ῥοῦ καὶ προσβολὴ ταῖς ναυσὶν καί τις καὶ ἄκρα τοῦ ποταμοῦ ἐπιτηδείως ἀνεῖχεν ἐς τῶν ναυαγίων τε τὴν ξυναγωγὴν καὶ εἴ τινες ἐπʼ αὐτῶν ζῶντες ἔτι ἐφέροντο, τούτους τε διέσωσε καὶ ἐπισκευάσας τὰς πεπονηκυίας τῶν νεῶν Νέαρχον μὲν καταπλεῖν κελεύει ἔστʼ ἂν ἀφίκηται ἐπὶ τὰ ὅρια τοῦ Μαλλῶν ἔθνους, αὐτὸς δὲ τῶν βαρβάρων τῶν οὐ προσχωρούντων καταδρομὴν τῆς χώρας ποιησάμενος καὶ κωλύσας ἐπικουρῆσαι αὐτοὺς τοῖς Μαλλοῖς, οὕτω δὴ αὖθις ξυνέμιξε τῷ ναυτικῷ.
5.5
καὶ ἐνταῦθα Ἡφαιστίων τε αὐτῷ καὶ Κρατερὸς καὶ Φίλιππος ξὺν τοῖς ἀμφʼ αὐτοὺς ὁμοῦ ἤδη ἦσαν. ὁ δὲ τοὺς μὲν ἐλέφαντας καὶ τὴν Πολυπέρχοντος τάξιν καὶ τοὺς ἱπποτοξότας καὶ Φίλιππον ξὺν τῇ ἀμφʼ αὐτὸν στρατιᾷ διαβιβάσας τὸν Ὑδάσπην ποταμὸν Κρατερῷ ἄγειν προσέταξε· Νέαρχον δὲ ξὺν τῷ ναυτικῷ πέμπει τρισὶν ἡμέραις τὴν στρατιὰν κελεύσας φθάνειν κατὰ τὸν πλοῦν.
5.6
τὸν δὲ ἄλλον στρατὸν τριχῇ διένειμε· καὶ Ἡφαιστίωνα μὲν πέντε ἡμέραις προϊέναι ἔταξεν, ὡς εἴ τινες τοὺς ξὺν αὐτῷ τεταγμένους φεύγοντες ἐς τὸ πρόσω κατὰ σπουδὴν ἴοιεν, τοῖς ἀμφὶ Ἡφαιστίωνα ἐμπίπτοντες ἁλίσκωνται· Πτολεμαῖον δὲ τὸν Λάγου δοὺς καὶ τούτῳ τῆς στρατιᾶς μέρος τρισὶν ἡμέραις ὑπολειπόμενον ἕπεσθαι ἐκέλευσεν, ὡς ὅσοι τὸ ἔμπαλιν ὑποστρέφοιεν αὐτὸν φεύγοντες,
5.7
οὗτοι δὲ ἐς τοὺς ἀμφὶ τὸν Πτολεμαῖον ἐμπίπτοιεν. ἐπὰν δὲ ἀφίκωνται ἐς τὰς ξυμβολὰς τοῦ τε Ἀκεσίνου καὶ τοῦ Ὑδραώτου ποταμοῦ, ἐνταῦθα δὴ τούς τε φθάνοντας ὑπομένειν ἐκέλευσεν, ἔστʼ ἂν ἥκῃ αὐτός, καὶ τοὺς ἀμφὶ Κρατερὸν καὶ Πτολεμαῖον αὐτῷ ξυμβαλεῖν.