Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 6

17.5 ἤδη δὲ τρίτην ἡμέραν αὐτῷ τοῦ πλοῦ ἔχοντι ἐξαγγέλλεται ὅτι ὁ τῶν Πατάλων ὕπαρχος ξυλλαβὼν τῶν Παταλέων τοὺς πολλοὺς ἀποδεδρακὼς οἴχοιτο ἀπολιπὼν τὴν χώραν ἔρημον· καὶ ἐπὶ τούτῳ πλείονι ἢ πρόσθεν σπουδῇ κατέπλει Ἀλέξανδρος. ὡς δὲ ἄφίκετο ἐς τὰ Πάταλα, τήν τε πόλιν καὶ τὴν χώραν ἔρημον καταλαμβάνει τῶν ἐνοικούντων τε καὶ ἐπεργαζομένων.
17.6 ὁ δὲ κατὰ δίωξιν τῶν φευγόντων ἐκπέμψας τῆς στρατιᾶς τοὺς κουφοτάτους, ἐπεί τινες αὐτῶν ξυνελήφθησαν, ἀποπέμπει τούτους παρὰ τοὺς ἄλλους, ἐντειλάμενος ἐπανιέναι θαρροῦντας· εἶναι γὰρ αὐτοῖς τήν τε πόλιν οἰκεῖν ὡς πρόσθεν καὶ τὴν χώραν ἐργάζεσθαι. καὶ ἐπανῆλθον οἱ πολλοὶ αὐτῶν.
18.1 αὐτὸς δὲ Ἡφαιστίωνι προστάξας τειχίζειν ἐν τοῖς Πατάλοις ἄκραν ἀποπέμπει ἐς τὴν ἄνυδρον τῆς πλησίον γῆς φρέατά τε ὀρύξοντας καὶ οἰκήσιμον τὴν χώραν κατασκευάσοντας. καὶ τούτοις ἐπέθεντο τῶν προσχώρων τινὲς βαρβάρων, καὶ ἔστι μὲν οὓς διέφθειραν αὐτῶν ἄφνω προσπεσόντες, πολλοὺς δὲ καὶ σφῶν ἀποβαλόντες ἔφυγον ἐς τὴν ἔρημον, ὥστε ἐπιτελεσθῆναι τοῖς ἐκπεμφθεῖσι τὰ ἔργα προσγενομένης αὐτοῖς καὶ ἄλλης στρατιᾶς, ἣν Ἀλέξανδρος πυθόμενος τῶν βαρβάρων τὴν ἐπίθεσιν ἐστάλκει μεθέξοντας τοῦ ἔργου.
18.2 περὶ δὲ τοῖς Πατάλοις σχίζεται τοῦ Ἰνδοῦ τὸ ὕδωρ ἐς δύο ποταμοὺς μεγάλους, καὶ οὗτοι ἀμφότεροι σώζουσι τοῦ Ἰνδοῦ τὸ ὄνομα ἔστε ἐπὶ τὴν θάλασσαν. ἐνταῦθα ναύσταθμόν τε καὶ νεωσοίκους ἐποίει Ἀλέξανδρος· ὡς δὲ προὐκεχωρήκει αὐτῷ τὰ ἔργα, ὁ δὲ καταπλεῖν ἐπενόει ἔστε ἐπὶ τὴν ἐκβολὴν τοῦ ἐν δεξιᾷ ῥέοντος ποταμοῦ ἐς τὴν θάλασσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme