Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 5

24.6 θάψας δὲ ὡς νόμος αὐτῷ τοὺς τελευτήσαντας Εὐμενῆ τὸν γραμματέα ἐκπέμπει ἐς τὰς δύο πόλεις τὰς ξυναφεστώσας τοῖς Σαγγάλοις δοὺς αὐτῷ τῶν ἱππέων ἐς τριακοσίους, φράσοντα[ς] τοῖς ἔχουσι τὰς πόλεις τῶν τε Σαγγάλων τὴν ἅλωσιν καὶ ὅτι αὐτοῖς οὐδὲν ἔσται χαλεπὸν ἐξ Ἀλεξάνδρου ὑπομένουσί τε καὶ δεχομένοις φιλίως Ἀλέξανδρον· οὐδὲ γὰρ οὐδὲ ἄλλοις τισὶ γενέσθαι τῶν αὐτονόμων Ἰνδῶν ὅσοι ἑκόντες σφᾶς ἐνέδοσαν.
24.7 οἱ δὲ ʽἤδη γὰρ ἐξήγγελτο αὐτοῖς κατὰ κράτος ἑαλωκότα πρὸς Ἀλεξάνδρου τὰ Σάγγαλἀ φοβεροὶ γενόμενοι ἔφευγον ἀπολιπόντες τὰς πόλεις. καὶ Ἀλέξανδρος, ἐπειδὴ ἐξηγγέλθη αὐτῶν ἡ φυγή, σπουδῇ ἐδίωκεν· ἀλλὰ οἱ πολλοὶ μὲν αὐτῶν ἔφθασαν ἀποφυγόντες, διὰ μακροῦ γὰρ ἡ δίωξις ἐγίγνετο, ὅσοι δὲ κατὰ τὴν ἀποχώρησιν ἀσθενείᾳ ὑπελείποντο, οὗτοι ἐγκαταληφθέντες πρὸς τῆς στρατιᾶς ἀπέθανον ἐς πεντακοσίους μάλιστα.
24.8 ὡς δὲ ἀπέγνω διώκειν τοῦ πρόσω τοὺς φεύγοντας, ἐπανελθὼν ἐς τὰ Σάγγαλα τὴν πόλιν μὲν κατέσκαψε, τὴν χώραν δὲ τῶν Ἰνδῶν τοῖς πάλαι μὲν αὐτονόμοις, τότε δὲ ἑκουσίως προσχωρήσασι προσέθηκεν. καὶ Πῶρον μὲν ξὺν τῇ δυνάμει τῇ ἀμφʼ αὐτὸν ἐκπέμπει ἐπὶ τὰς πόλεις αἳ προσκεχωρήκεσαν, φρουρὰς εἰσάξοντα εἰς αὐτάς, αὐτὸς δὲ ξὺν τῇ στρατιᾷ ἐπὶ τὸν Ὕφασιν ποταμὸν προὐχώρει, ὡς καὶ τοὺς ἐπέκεινα Ἰνδοὺς καταστρέψαιτο. οὐδὲ ἐφαίνετο αὐτῷ πέρας τι τοῦ πολέμου ἔστε ὑπελείπετό τι πολέμιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme