Book 4
4.9
καὶ ἦν γὰρ πονηρὸν τὸ ὕδωρ, ῥεῦμα ἀθρόον κατασκήπτει αὐτῷ ἐς τὴν γαστέρα· καὶ ἐπὶ τῷδε ἡ δίωξις οὐκ ἐπὶ πάντων Σκυθῶν ἐγένετο· εἰ δὲ μή, δοκοῦσιν ἄν μοι καὶ πάντες διαφθαρῆναι ἐν τῇ φυγῇ, εἰ μὴ Ἀλεξάνδρῳ τὸ σῶμα ἔκαμεν. καὶ αὐτὸς ἐς ἔσχατον κινδύνου ἐλθὼν ἐκομίσθη ὀπίσω ἐς τὸ στρατόπεδον. καὶ οὕτω ξυνέβη ἡ μαντεία Ἀριστάνδρῳ.
5.1
ὀλίγον δὲ ὕστερον παρὰ τοῦ Σκυθῶν βασιλέως ἀφικνοῦνται παρʼ Ἀλέξανδρον πρέσβεις, ὑπὲρ τῶν πραχθέντων ἐς ἀπολογίαν ἐκπεμφθέντες, ὅτι οὐκ ἀπὸ τοῦ κοινοῦ τῶν Σκυθῶν ἐπράχθη, ἀλλὰ καθʼ ἁρπαγὴν λῃστρικῷ τρόπῳ σταλέντων, καὶ αὐτὸς ὅτι ἐθέλοι ποιεῖν τὰ ἐπαγγελλόμενα. καὶ τούτῳ φιλάνθρωπα ἐπιστέλλει Ἀλέξανδρος, ὅτι οὔτε ἀπιστοῦντα μὴ ἐπεξιέναι καλὸν αὐτῷ ἐφαίνετο, οὔτε κατὰ καιρὸν ἦν ἐν τῷ τότε ἐπεξιέναι.
5.2
οἱ δὲ ἐν Μαρακάνδοις ἐν τῇ ἄκρᾳ φρουρούμενοι Μακεδόνες προσβολῆς γενομένης τῇ ἄκρᾳ ἐκ Σπιταμένους τε καὶ τῶν ἀμφʼ αὐτὸν ἐπεκδραμόντες ἀπέκτεινάν τε τῶν πολεμίων ἔστιν οὓς καὶ ἀπώσαντο ξύμπαντας, καὶ αὐτοὶ ἀπαθεῖς ἀπεχώρησαν ἐς τὴν ἄκραν.
5.3
ὡς δὲ καὶ οἱ ὑπʼ Ἀλεξάνδρου ἐσταλμένοι ἐς Μαράκανδα ἤδη προσάγοντες Σπιταμένει ἐξηγγέλλοντο, τὴν μὲν πολιορκίαν ἐκλείπει τῆς ἄκρας, αὐτὸς δὲ ὡς ἐς τὰ βόρεια τῆς Σογδιανῆς ἀνεχώρει. Φαρνούχης δὲ καὶ οἱ ξὺν αὐτῷ στρατηγοὶ σπεύδοντες ἐξελάσαι αὐτὸν παντάπασιν ἐπί τε τὰ ὅρια τῆς Σογδιανῆς ξυνείποντο ὑποχωροῦντι καὶ εἰς τοὺς Νομάδας τοὺς Σκύθας οὐδενὶ λογισμῷ ξυνεσβάλλουσιν.