Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

3.3 ἀναρρήξας δὲ ἔνδοθεν τῶν πυλῶν, αἳ κατὰ τοῦτο τὸ χωρίον ἦσαν, δέχεται καὶ τοὺς ἄλλους στρατιώτας εὐπετῶς. ἔνθα δὴ οἱ βάρβαροι ἐχομένην ἤδη τὴν πόλιν αἰσθόμενοι ἐπὶ τοὺς ἀμφὶ Ἀλέξανδρον ὅμως ἐτράπησαν· καὶ γίνεται προσβολὴ αὐτῶν καρτερά, καὶ βάλλεται λίθῳ αὐτὸς Ἀλέξανδρος βιαίως τήν τε κεφαλὴν καὶ τὸν αὐχένα καὶ Κρατερὸς τοξεύματι καὶ πολλοὶ ἄλλοι τῶν ἡγεμόνων· ἀλλὰ καὶ ὣς ἐξέωσαν ἐκ τῆς ἀγορᾶς τοὺς βαρβάρους.
3.4 καὶ ἐν τούτῳ οἱ κατὰ τὸ τεῖχος προσβεβληκότες ἔρημον ἤδη τὸ τεῖχος τῶν προμαχομένων αἱροῦσιν. ἐν μὲν δὴ τῇ πρώτῃ καταλήψει τῆς πόλεως ἀπέθανον τῶν πολεμίων μάλιστα ἐς ὀκτακισχιλίους. οἱ δὲ λοιποί ʽἦσαν γὰρ οἱ πάντες ἐς μυρίους καὶ πεντακισχιλίους μαχίμους οἱ ξυνεληλυθότεσʼ καταφεύγουσιν ἐς τὴν ἄκραν. καὶ τούτους περιστρατοπεδεύσας Ἀλέξανδρος ἡμέραν μίαν ἐφρούρησεν· οἱ δὲ ἐνδείᾳ
3.5 ὕδατος ἐνεχείρισαν σφᾶς Ἀλεξάνδρῳ. Ptolem. fr. 12 τὴν δὲ ἑβδόμην πόλιν ἐξ ἐφόδου ἔλαβε, Πτολεμαῖος Aristob. fr. 20 μὲν λέγει, ὅτι αὐτοὺς σφᾶς ἐνδόντας, Ἀριστόβουλος δέ, ὅτι βίᾳ καὶ ταύτην ἐξεῖλεν καὶ ὅτι πάντας τοὺς καταληφθέντας ἐν αὐτῇ ἀπέκτεινε. Πτολεμαῖος δὲ κατανεῖμαι λέγει αὐτὸν τοὺς ἀνθρώπους τῇ στρατιᾷ καὶ δεδεμένους κελεῦσαι φυλάσσεσθαι ἔστʼ ἄν ἐκ τῆς χώρας ἀπαλλάττηται αὐτός, ὡς μηδένα ἀπολείπεσθαι τῶν τὴν ἀπόστασιν πραξάντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme