Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

23.4 τότε μὲν δὴ ἵνα ἐπιμαχώτατον τοῦ τείχους ἐφαίνετο ἐστρατοπεδεύσατο πρὸς τῇ πόλει· τῇ δὲ ὑστεραίᾳ ὑπὸ τὴν ἕω, διπλοῦν γὰρ τεῖχος περιεβέβλητο τῇ πόλει, ἐς μὲν τὸ πρῶτον ἅτε οὐκ ἀκριβῶς τετειχισμένον οὐ χαλεπῶς ἐβιάσαντο οἱ Μακεδόνες, πρὸς δὲ τῷ δευτέρῳ ὀλίγον ἀντισχόντες οἱ βάρβαροι, ὡς αἵ τε κλίμακες προσέκειντο ἤδη καὶ ὑπὸ τῶν βελῶν πάντοθεν ἐτιτρώσκοντο οἱ προμαχόμενοι, οὐκ ἔμειναν, ἀλλὰ κατὰ τὰς πύλας ὡς ἐπὶ τὰ ὄρη ἐκπίπτουσιν ἐκ τῆς πόλεως.
23.5 καὶ τούτων οἱ μὲν ἐν τῇ φυγῇ ἀποθνήσκουσιν, ὅσους δὲ ζῶντας ἔλαβον αὐτῶν, ξύμπαντας ἀποκτείνουσιν οἱ Μακεδόνες, ὅτι ἐτρώθη ὑπʼ αὐτῶν Ἀλέξανδρος ὀργιζόμενοι· οἱ πολλοὶ δὲ ἐς τὰ ὄρη, ὅτι οὐ μακρὰν τῆς πόλεως τὰ ὄρη ἦν, ἀπέφυγον. τὴν πόλιν δὲ κατασκάψας ἐς Ἄνδακα ἄλλην πόλιν ἦγε. ταύτην δὲ ὁμολογίᾳ ἐνδοθεῖσαν κατασχὼν Κρατερὸν μὲν ξὺν τοῖς ἄλλοις ἡγεμόσι τῶν πεζῶν καταλείπει αὐτοῦ ἐξαιρεῖν ὅσαι ἄν ἄλλαι πόλεις μὴ ἑκοῦσαι προσχωρῶσι καὶ τὰ κατὰ τὴν χώραν ὅπως ξυμφορώτατον ἐς τὰ παρόντα κοσμεῖν.
24.1 αὐτὸς δὲ ἄγων τοὺς ὑπασπιστάς τε καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τὴν Κοίνου τε καὶ Ἀττάλου τάξιν καὶ τῶν ἱππέων τὸ ἄγημα καὶ τῶν ἄλλων ἑταίρων ἐς τέσσαρας μάλιστα ἱππαρχίας καὶ τῶν ἱπποτοξοτῶν τοὺς ἡμίσεας ὡς ἐπὶ τὸν ποταμὸν τὸν % Εὐας ... πόλεως προὐχώρει, ἵνα ὁ τῶν Ἀσπασίων ὕπαρχος ἦν· καὶ διελθὼν πολλὴν ὁδὸν δευτεραῖος ἀφίκετο πρὸς τὴν πόλιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme