Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

23.1 Ἀλέξανδρος δέ, ἄγων τοὺς ὑπασπιστὰς καὶ τῶν ἑταίρων ἱππέων ὅσοι μὴ σὺν Ἡφαιστίωνι ἐτετάχατο καὶ τῶν πεζεταίρων καλουμένων τὰς τάξεις καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς ἱππακοντιστάς, προὐχώρει ἐς τὴν Ἀσπαςίων τε καὶ Γουραίων χώραν καὶ Ἀσσακηνῶν.
23.2 πορευθεὶς δὲ παρὰ τὸν Χόην καλούμενον ποταμὸν ὀρεινήν τε ὁδὸν καὶ τραχεῖαν καὶ τοῦτον διαβὰς χαλεπῶς τῶν μὲν πεζῶν τὸ πλῆθος βάδην ἕπεσθαί οἱ ἐκέλευσεν, αὐτὸς δὲ ἀναλαβὼν τοὺς ἱππέας ξύμπαντας καὶ τῶν πεζῶν τῶν Μακεδόνων ἐς ὀκτακοσίους ἐπιβιβάσας τῶν ἵππων ξὺν ταῖς ἀσπίσι ταῖς πεζικαῖς σπουδῇ ἦγεν, ὅτι τοὺς ταύτῃ οἰκοῦντας βαρβάρους ξυμπεφευγέναι ἔς τε τὰ ὄρη τὰ κατὰ τὴν χώραν ἐξηγγέλλετο αὐτῷ καὶ ἐς τὰς πόλεις ὅσαι ὀχυραὶ αὐτῶν ἐς τὸ ἀπομάχεσθαι.
23.3 καὶ τούτων τῇ πρώτῃ καθʼ ὁδὸν πόλει ᾠκισμένῃ προσβαλὼν τοὺς μὲν πρὸ τῆς πόλεως τεταγμένους ὡς εἶχεν ἐξ ἐφόδου ἐτρέψατο καὶ κατέκλεισεν ἐς τὴν πόλιν, αὐτὸς δὲ τιτρώσκεται βέλει διὰ τοῦ θώρακος ἐς τὸν ὦμον· τὸ δὲ τραῦμα οὐ χαλεπὸν αὐτῷ ἐγένετο· ὁ γὰρ θώραξ ἔσχε τὸ μὴ οὐ διαμπὰξ διὰ τοῦ ὤμου ἐλθεῖν τὸ βέλος· καὶ Πτολεμαῖος ὁ Λάγου ἐτρώθη καὶ Λεοννάτος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme