Book 4
22.6
ἀφικόμενος δὲ ἐς Νίκαιαν πόλιν καὶ τῇ Ἀθηνᾷ θύσας προὐχώρει ὡς ἐπὶ τὸν Κωφῆνα, προπέμψας κήρυκα ὡς Ταξίλην τε καὶ τοὺς ἐπὶ τάδε τοῦ Ἰνδοῦ ποταμοῦ, κελεύσας ἀπαντᾶν ὅπως ἂν ἑκάστοις προχωρῇ. καὶ Ταξίλης τε καὶ οἱ ἄλλοι ὕπαρχοι ἀπήντων, δῶρα τὰ μέγιστα παρʼ Ἰνδοῖς νομιζόμενα κομίζοντες, καὶ τοὺς ἐλέφαντας δώσειν ἔφασκον τοὺς παρὰ σφίσιν ὄντας, ἀριθμὸν ἐς πέντε καὶ εἴκοσιν.
22.7
ἔνθα δὴ διελὼν τὴν στρατιὰν Ἡφαιστίωνα μὲν καὶ Περδίκκαν ἐκπέμπει ἐς τὴν Πευκελαῶτιν χώραν ὡς ἐπὶ τὸν Ἰνδὸν ποταμόν, ἔχοντας τήν τε Γοργίου τάξιν καὶ Κλείτου καὶ Μελεάγρου καὶ τῶν ἑταίρων ἱππέων τοὺς ἡμίσεας καὶ τοὺς μισθοφόρους ἱππέας ξύμπαντας, προστάξας τά τε κατὰ τὴν ὁδὸν χωρία ἢ βίᾳ ἐξαιρεῖν ἢ ὁμολογίᾳ παρίστασθαι καὶ ἐπὶ τὸν Ἰνδὸν ποταμὸν ἀφικομένους παρασκευάζειν ὅσα ἐς τὴν διάβασιν τοῦ ποταμοῦ ξύμφορα. ξὺν τούτοις δὲ καὶ Ταξίλης καὶ οἱ ἄλλοι ὕπαρχοι στέλλονται.
22.8
καὶ οὗτοι ὡς ἀφίκοντο πρὸς τὸν Ἰνδὸν ποταμόν, ἔπρασσον ὅσα ἐξ Ἀλεξάνδρου ἦν τεταγμένα. Ἄστις δὲ ὁ τῆς Πευκελαώτιδος ὕπαρχος νεωτερίσας αὐτός τε ἀπόλλυται καὶ τὴν πόλιν προσαπώλεσεν, ἐς ἥντινα ξυμπεφεύγει. ἐξεῖλον γὰρ αὐτὴν ἐν τριάκοντα ἡμέραις προσκαθήμενοι οἱ ξὺν Ἡφαιστίωνι. καὶ αὐτὸς μὲν Ἄστις ἀποθνήσκει, τῆς πόλεως δὲ ἐπιμελεῖσθαι ἐτάχθη Σαγγαῖος, ὃς ἔτι πρόσθεν πεφευγὼς Ἄστιν παρὰ Ταξίλην ηὐτομολήκει· καὶ τοῦτο ἦν αὐτῷ τὸ πιστὸν πρὸς Ἀλέξανδρον.