Book 4
17.4
Σπιταμένης δὲ καὶ οἱ ἀμφʼ αὐτὸν ὡς φρουραῖς τε πάντα κατειλημμένα ἑώρων ἐκ τῶν Μακεδόνων καί σφιν ἄπορα πάντῃ τὰ τῆς φυγῆς ἐγίγνετο, ὡς ἐπὶ Κοῖνόν τε καὶ τὴν ξὺν τούτῳ στρατιὰν ἐτράποντο, ὡς ταύτῃ μᾶλλόν τι ἀξιόμαχοι ἐσόμενοι. ἀφικόμενοι δὲ ἐς Γαβάς, χωρίον τῆς Σογδιανῆς ὀχυρὸν ἐν μεθορίῳ τῆς τε Σογδιανῶν γῆς καὶ τῆς Μασσαγετῶν Σκυθῶν ᾠκισμένον, ἀναπείθουσιν οὐ χαλεπῶς τῶν Σκυθῶν ἱππέας ἐς τρισχιλίους συνεμβάλλειν σφίσιν ἐς τὴν Σογδιανήν.
17.5
οἱ δὲ Σκύθαι οὗτοι ἀπορίᾳ τε πολλῇ ἔχονται καὶ ἅμα ὅτι οὔτε πόλεις εἰσὶν αὐτοῖς οὔτε ἑδραῖοι οἰκοῦσιν, ὡς δειμαίνειν ἂν περὶ τῶν φιλτάτων, οὐ χαλεποὶ ἀναπεισθῆναί εἰσιν ἐς ἄλλον καὶ ἄλλον πόλεμον. ὡς δὲ Κοῖνός τε καὶ οἱ ἀμφʼ αὐτὸν ἔμαθον προσιόντας τοὺς ξὺν Σπιταμένει ἱππέας, ἀπήντων καὶ αὐτοὶ μετὰ τῆς στρατιᾶς.
17.6
καὶ γίγνεται αὐτῶν μάχη καρτερά, καὶ νικῶσιν οἱ Μακεδόνες, ὥστε τῶν μὲν βαρβάρων ἱππέων ὑπὲρ τοὺς ὀκτακοσίους πεσεῖν ἐν τῇ μάχῃ, τῶν δὲ ξὺν Κοίνῳ ἱππέας μὲν ἐς εἴκοσι καὶ πέντε, πεζοὺς δὲ δώδεκα. οἵ τε οὖν Σογδιανοὶ οἱ ἔτι ὑπολειπόμενοι ξὺν Σπιταμένει καὶ τῶν Βακτρίων οἱ πολλοὶ ἀπολείπουσιν ἐν τῇ φυγῇ Σπιταμένην καὶ ἀφικόμενοι παρὰ Κοῖνον παρέδοσαν σφᾶς αὐτοὺς Κοίνῳ,
17.7
οἵ τε Μασσαγέται οἱ Σκύθαι κακῶς πεπραγότες τὰ μὲν σκευοφόρα τῶν ξυμπαραταξαμένων σφίσι Βακτρίων τε καὶ Σογδιανῶν διήρπασαν, αὐτοὶ δὲ ξὺν Σπιταμένει ἐς τὴν ἔρημον ἔφευγον. ὡς δὲ ἐξηγγέλλετο αὐτοῖς Ἀλέξανδρος ἐν ὁρμῇ ὢν ἐπὶ τὴν ἔρημον ἐλαύνειν ἀποτεμόντες τοῦ Σπιταμένους τὴν κεφαλὴν παρὰ Ἀλέξανδρον πέμπουσιν, ὡς ἀποτρέψοντες ἀπὸ σφῶν αὐτῶν τούτῳ τῷ ἔργῳ.