Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

16.5 καὶ τῷ τε φρουράρχῳ οὐδὲν πολέμιον προσδεχομένῳ ἐπιπεσόντες καὶ τοῖς ξὺν τούτῳ τὴν φυλακὴν ἔχουσιν τοὺς μὲν στρατιώτας διέφθειραν, τὸν φρούραρχον δὲ ἑλόντες ἐν φυλακῇ εἶχον. θαρσήσαντες δὲ ἐπὶ τοῦ φρουρίου τῇ καταλήψει ὀλίγαις ἡμέραις ὕστερον Ζαριάσποις πελάσαντες τῇ μὲν πόλει προσβαλεῖν ἀπέγνωσαν, λείαν δὲ πολλὴν περιβαλλόμενοι ἤλαυνον.
16.6 ἦσαν δὲ ἐν τοῖς Ζαριάσποις νόσῳ ὑπολελειμμένοι τῶν ἑταίρων ἱππέων οὐ πολλοὶ καὶ ξὺν τούτοις Πείθων τε ὁ Σωσικλέους, ἐπὶ τῆς βασιλικῆς θεραπείας τῆς ἐν Ζαριάσποις τεταγμένος, καὶ Ἀριστόνικος ὁ κιθαρῳδός. καὶ οὗτοι αἰσθόμενοι τῶν Σκυθῶν τὴν καταδρομήν ʽἤδη γὰρ ἐκ τῆς νόσου ἀναρρωσθέντες ὅπλα τε ἔφερον καὶ τῶν ἵππων ἐπέβαινονʼ ξυναγαγόντες τούς τε μισθοφόρους ἱππέας ἐς ὀγδοήκοντα, οἳ ἐπὶ φυλακῇ τῶν Ζαριάσπων ὑπολελειμμένοι ἦσαν, καὶ τῶν παίδων τινὰς τῶν βασιλικῶν ἐκβοηθοῦσιν ἐπὶ τοὺς Μασσαγέτας.
16.7 καὶ τῇ μὲν πρώτῃ προσβολῇ οὐδὲν ὑποτοπήσασι τοῖς Σκύθαις ἐπιπεσόντες τήν τε λείαν ξύμπασαν ἀφείλοντο αὐτοὺς καὶ τῶν ἀγόντων τὴν λείαν οὐκ ὀλίγους ἀπέκτειναν. ἐπανιόντες δὲ αὐτοὶ ἀτάκτως, ἅτε οὐδενὸς ἐξηγουμένου, ἐνεδρευθέντες πρὸς Σπιταμένους καὶ τῶν Σκυθῶν τῶν μὲν ἑταίρων ἀποβάλλουσιν ἑπτά, τῶν δὲ μισθοφόρων ἱππέων ἑξήκοντα. καὶ Ἀριστόνικος ὁ κιθαρῳδὸς αὐτοῦ ἀποθνήσκει, οὐ κατὰ κιθαρῳδὸν ἀνὴρ ἀγαθὸς γενόμενος. πείθων δὲ τρωθεὶς ζῶν λαμβάνεται πρὸς τῶν Σκυθῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme