Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

2.3 αὐτὸς δὲ ἐπὶ τὴν Γάζαν ἐπεὶ ἀφίκετο, ὡς εἶχεν ἐξ ἐφόδου σημαίνει προσβάλλειν τῷ τείχει γηΐνῳ τε καὶ οὐχ ὑψηλῷ ὄντι, προσθέντας ἐν κύκλῳ πάντοθεν τὰς κλίμακας· οἱ δὲ σφενδονῆται αὐτῷ καὶ οἱ τοξόται τε καὶ ἀκοντισταὶ ὁμοῦ τῇ ἐφόδῳ τῶν πεζῶν ἐσηκόντιζον ἐς τοὺς προμαχομένους ἀπὸ τοῦ τείχους καὶ βέλη ἀπὸ μηχανῶν ἠφίετο, ὥστε ὀξέως μὲν ὑπὸ τοῦ πλήθους τῶν βελῶν ἐγυμνώθη τὸ τεῖχος τῶν προμαχομένων, ταχεῖα δὲ ἡ πρόσθεσις τῶν κλιμάκων καὶ ἡ ἀνάβασις τῶν Μακεδόνων ἡ ἐπὶ τὸ τεῖχος ἐγίγνετο.
2.4 τοὺς μὲν δὴ ἄνδρας πάντας ἀπέκτειναν, οὕτως ἐξ Ἀλεξάνδρου προστεταγμένον, γυναῖκας δὲ καὶ παῖδας καὶ τὴν ἄλλην λείαν διήρπασαν. ἔνθεν δὲ εὐθὺς ἦγεν ἐπὶ τὴν δευτέραν ἀπʼ ἐκείνης πόλιν ᾠκισμένην, καὶ ταύτην τῷ αὐτῷ τε τρόπῳ καὶ τῇ αὐτῇ ἡμέρᾳ λαμβάνει καὶ τοὺς ἁλόντας τὰ αὐτὰ ἔπραξεν. ὁ δὲ ἦγεν ἐπὶ τρίτην πόλιν, καὶ ταύτην τῇ ὑστεραίᾳ ἐπὶ τῇ πρώτῃ προσβολῇ εἷλεν.
2.5 ἐν ᾧ δὲ αὐτὸς ξὺν τοῖς πεζοῖς ἀμφὶ ταῦτα εἶχε, τοὺς ἱππέας ἐκπέμπει ἐς τὰς δύο τὰς πλησίου πόλεις προστάξας παραφυλάττειν τοὺς ἀνθρώπους τοὺς ἔνδον, μήποτε τὴν ἅλωσιν αἰσθόμενοι τῶν πλησίον πόλεων καὶ ἅμα τὴν αὑτοῦ οὐ διὰ μακροῦ ἔφοδον οἱ δὲ ἐς φυγὴν τραπέντες ἄποροι αὐτῷ διώκειν γένωνται. καὶ ξυνέβη τε οὕτως ὅπως εἴκασε, καὶ ἐν δέοντι ἐγένετο αὐτῷ ἡ πομπὴ τῶν ἱππέων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme