Book 4
1.5
ξυνεπελάβοντο δὲ αὐτοῖς τῆς ἀποστάσεως καὶ τῶν Σογδιανῶν οἱ πολλοί, ἐπαρθέντες πρὸς τῶν ξυλλαβόντων Βῆσσον, ὥστε καὶ τῶν Βακτριανῶν ἔστιν οὕς σφισιν οὗτοι ξυναπέστησαν, εἴτε δὴ καὶ δείσαντες Ἀλέξανδρον, εἴτε καὶ λόγον ἐπὶ τῇ ἀποστάσει διδόντες, ὅτι ἐς ἕνα ξύλλογον ἐπηγγέλκει Ἀλέξανδρος ξυνελθεῖν τοὺς ὑπάρχους τῆς χώρας ἐκείνης εἰς Ζαρίασπα, τὴν μεγίστην πόλιν, ὡς ἐπʼ ἀγαθῷ οὐδενὶ τοῦ ξυλλόγου γιγνομένου.
2.1
ταῦτα ὡς ἀπηγγέλθη Ἀλεξάνδρῳ, παραγγείλας τοῖς πεζοῖς κατὰ λόχους κλίμακας ποιεῖσθαι ὅσαι ἑκάστῳ λόχῳ ἐπηγγέλθησαν, αὐτὸς μὲν ἐπὶ τὴν πρώτην ἀπὸ τοῦ στρατοπέδου ὁρμηθέντι πόλιν προὐχώρει, ᾖ ὄνομα ἦν Γάζα· ἐς γὰρ ἑπτὰ πόλεις ξυμπεφευγέναι ἐλέγοντο οἱ ἐκ τῆς χώρας βάρβαροι·
2.2
κρατερὸν δὲ ἐκπέμπει πρὸς τὴν καλουμένην Κυρούπολιν, ἥπερ μεγίστη πασῶν καὶ ἐς αὐτὴν οἱ πλεῖστοι ξυνειλεγμένοι ἦσαν τῶν βαρβάρων. παρήγγελτο δὲ αὐτῷ στρατοπεδεῦσαι πλησίον τῆς πόλεως καὶ τάφρον τε ἐν κύκλῳ αὐτῆς ὀρύξαι καὶ χάρακα περιβαλέσθαι καὶ τὰς μηχανὰς ὅσαις χρῆσθαι ξυμπηγνύναι, ὡς πρὸς ἀμφὶ Κρατερὸν τὴν γνώμην τετραμμένοι οἱ ἐκ τῆς πόλεως ταύτης ἀδύνατοι ὦσι ταῖς ἄλλαις πόλεσιν ἐπωφελεῖν.