Thesauros Literature History Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις

Ἀλεξάνδρου Ἀνάβασις Arrian

Book 4

9.4 ἥ γε τοὺς μὲν παῖδας τοὺς ἑαυτῆς ὑπὲρ αὐτοῦ μαχομένους ἐπεῖδεν ἀποθανόντας, τὸν ἀδελφὸν δὲ αὐτῆς αὐτὸς αὐτοχειρίᾳ ἔκτεινε· φονέα τε τῶν φίλων οὐ διαλείπειν αὑτὸν ἀνακαλοῦντα, ἄσιτόν τε καὶ ἄποτον καρτερεῖν ἔστε ἐπὶ τρεῖς ἡμέρας, οὐδέ τινα ἄλλην θεραπείαν θεραπεῦσαι τὸ σῶμα.
9.5 καὶ ἐπὶ τούτοις τῶν μάντεών τινες μῆνιν ἐκ Διονύσου ᾖδον, ὅτι ἡ θυσία ἐξελείφθη Ἀλεξάνδρῳ ἡ τοῦ Διονύσου. καὶ Ἀλέξανδρος μόγις πρὸς τῶν ἑταίρων πεισθεὶς σίτου τε ἥψατο καὶ τὸ σῶμα κακῶς ἐθεράπευσε· καὶ τῷ Διονύσῳ τὴν θυσίαν ἀπέδωκεν, ἐπεὶ οὐδὲ αὐτῷ ἄκοντι ἦν ἐς μῆνιν τοῦ θείου μᾶλλόν τι ἢ τὴν αὑτοῦ κακότητα ἀναφέρεσθαι τὴν ξυμφοράν.
9.6 ταῦτα μεγαλωστὶ ἐπαινῶ Ἀλεξάνδρου, τὸ μήτε ἀπαυθαδιάσασθαι ἐπὶ κακῷ, μήτε προστάτην τε καὶ ξυνήγορον κακίονα ἔτι γενέσθαι τοῦ ἁμαρτηθέντος, ἀλλὰ ξυμφῆσαι γὰρ ἐπταικέναι ἄνθρωπόν γε ὄντα.
9.7 εἰσὶ δὲ οἳ λέγουσιν Ἀνάξαρχον τὸν σοφιστὴν ἐλθεῖν μὲν παρʼ Ἀλέξανδρον κληθέντα, ὡς παραμυθησόμενον· εὑρόντα δὲ κείμενον καὶ ἐπιστένοντα, ἀγνοεῖν, φάναι ἐπιγελάσαντα, διότι ἐπὶ τῷδε οἱ πάλαι σοφοὶ ἄνδρες τὴν Δίκην πάρεδρον τῷ Διῒ ἐποίησαν ὡς ὅ τι ἂν πρὸς τοῦ Διὸς κυρωθῇ, τοῦτο ξὺν δίκῃ πεπραγμένον. καὶ οὖν καὶ τὰ ἐκ βασιλέως μεγάλου γιγνόμενα δίκαια χρῆναι νομίζεσθαι, πρῶτα μὲν πρὸς αὐτοῦ βασιλέως, ἔπειτα πρὸς τῶν ἄλλων ἀνθρώπων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme