Book 4
6.7
καὶ εἰσὶ ξύμπαντες οὗτοι τηλικοῦτοι ποταμοὶ ὥστε οὐδεὶς αὐτῶν μείων ἐστὶ τοῦ Πηνειοῦ τοῦ Θεσσαλικοῦ ποταμοῦ, ὃς διὰ τῶν Τεμπῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν· ὁ δὲ Πολυτίμητος πολὺ ἔτι μείζων ἢ κατὰ τὸν Πηνειὸν ποταμόν ἐστι.
7.1
ταῦτα δὲ διαπραξάμενος ἐς Ζαρίασπα ἀφίκετο· καὶ αὐτοῦ κατέμενεν ἔστε παρελθεῖν τὸ ἀκμαῖον τοῦ χειμῶνος. ἐν τούτῳ δὲ ἀφίκοντο παρʼ αὐτὸν Φραταφέρνης τε ὁ Παρθυαίων σατράπης καὶ Στασάνωρ ὁ ἐς Ἀρείους ἀποπεμφθεὶς ὡς Ἀρσάκην ξυλληψόμενος, τόν τε Ἀρσάκην δεδεμένον ἄγοντες καὶ Βραζάνην, ὅντινα Βῆσσος τῆς Παρθυαίων σατράπην κατέστησε, καί τινας ἄλλους τῶν τότε ξὺν Βήσσῳ ἀποστάντων.
7.2
ἧκον δὲ ἐν τῷ αὐτῷ Ἐπόκιλλος καὶ Μελαμνίδας καὶ Πτολεμαῖος ὁ τῶν Θρᾳκῶν στρατηγὸς ἀπὸ θαλάσσης, οἳ τά τε χρήματα τὰ ξὺν Μένητι πεμφθέντα καὶ τοὺς ξυμμάχους ὡς ἐπὶ θάλασσαν κατήγαγον. καὶ Ἄσανδρος δὲ ἐν τούτῳ ἧκεν καὶ Νέαρχος, στρατιὰν Ἑλλήνων μισθοφόρων ἄγοντες, καὶ % Βῆσσός τε ὁ Συρίας σατράπης καὶ Ἀσκληπιόδωρος ὁ ὕπαρχος ἀπὸ θαλάσσης, καὶ οὗτοι στρατιὰν ἄγοντες.
7.3
ἔνθα δὴ ξύλλογον ἐκ τῶν παρόντων ξυναγαγὼν Ἀλέξανδρος παρήγαγεν ἐς αὐτοὺς Βῆσσον· καὶ κατηγορήσας τὴν Δαρείου προδοσίαν τήν τε ῥῖνα Βήσσου ἀποτμηθῆναι καὶ τὰ ὦτα ἄκρα ἐκέλευσεν, αὐτὸν δὲ ἐς Ἐκβάτανα ἄγεσθαι, ὡς ἐκεῖ ἐν τῷ Μήδων τε καὶ Περσῶν ξυλλόγῳ ἀποθανούμενον.