Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

89.5 καὶ ἑτέρας δʼ αἰτίας φέροντές τινές φασιν ἐπὶ τῶν παλαιῶν βασιλέων πολλάκις ἀφισταμένου τοῦ πλήθους καὶ συμφρονοῦντος κατὰ τῶν ἡγουμένων, τῶν βασιλέων τινὰ συνέσει διαφέροντα διελέσθαι μὲν τὴν χώραν εἰς πλείω μέρη, καθʼ ἕκαστον δʼ αὐτῶν καταδεῖξαι τοῖς ἐγχωρίοις σέβεσθαί τι ζῷον ἢ τροφῆς τινος μὴ γεύεσθαι, ὅπως ἑκάστων τὸ μὲν παρʼ αὐτοῖς τιμώμενον σεβομένων, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένων καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἱ κατʼ Αἴγυπτον.
25.2 προβεβλημένοι γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι. καταστρατοπεδεύσαντες δʼ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δʼ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν·
27.4 οἱ δὲ πάλιν Περικλέα προχειρισάμενοι στρατηγὸν ἐξέπεμψαν ἐπὶ τοὺς Σαμίους μετὰ νεῶν ἑξήκοντα. μετὰ δὲ ταῦθʼ ὁ μὲν Περικλῆς ναυμαχήσας πρὸς ἑβδομήκοντα τριήρεις ἐνίκησε τοὺς Σαμίους, μεταπεμψάμενος δὲ παρὰ Χίων καὶ Μυτιληναίων ναῦς εἴκοσι πέντε μετὰ τούτων ἐπολιόρκησε τὴν Σάμον.
35.6 καὶ τοῦτο ἐκ τῶν ἀποτελεσμάτων φανερὸν εἶναι· πάντας γὰρ τοὺς πλησιοχώρους πρὸς ἀλλήλους διαφέρεσθαι, προσκόπτοντας ταῖς εἰς τὰ προειρημένα παρανομίαις.
20.3 συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις.
27.5 μετὰ δέ τινας ἡμέρας Περικλῆς μὲν καταλιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀνέζευξεν, ἀπαντήσων ταῖς Φοινίσσαις ναυσίν, ἃς οἱ Πέρσαι τοῖς Σαμίοις ἦσαν ἀπεσταλκότες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme