Book 5
71.2
ἐπελθεῖν δʼ αὐτὸν καὶ τὴν οἰκουμένην σχεδὸν πᾶσαν τοὺς μὲν λῃστὰς καὶ ἀσεβεῖς ἀναιροῦντα, τὴν δʼ ἰσότητα καὶ τὴν δημοκρατίαν εἰσηγούμενον· ὅτε δή φασιν αὐτὸν καὶ τοὺς γίγαντας ἀνελεῖν, ἐν μὲν Κρήτῃ τοὺς περὶ Μύλινον, κατὰ δὲ τὴν Φρυγίαν τοὺς περὶ Τυφῶνα.
71.3
πρὸ δὲ τῆς μάχης τῆς πρὸς τοὺς ἐν Κρήτῃ γίγαντας λέγεται τὸν Δία θῦσαι βοῦν Ἡλίῳ καὶ Οὐρανῷ καὶ Γῇ· ἐπὶ δὲ τῶν ἱερῶν ἁπάντων φανῆναι τὰ περὶ τούτων ἐπικριθέντα ἐπισημαίνεται κράτος καὶ ἀπόστασις ἀπὸ τῶν πολεμίων πρὸς αὐτούς. ἀκόλουθον δὲ τούτοις γενέσθαι τοῦ πολέμου τὸ τέλος· αὐτομολῆσαι μὲν γὰρ ἐκ τῶν πολεμίων Μουσαῖον, καὶ τυχεῖν ὡρισμένων τιμῶν, κατακοπῆναι δʼ ὑπὸ τῶν θεῶν ἅπαντας τοὺς ἀντιταξαμένους.
71.4
συστῆναι δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δʼ Ἰταλίας κατὰ τὸ πεδίον, ὃ τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον.
71.5
κολασθῆναι δὲ τοὺς γίγαντας ὑπὸ Διὸς διὰ τὴν εἰς τοὺς ἄλλους ἀνθρώπους παρανομίαν καὶ διὰ τὸ ταῖς τοῦ σώματος ὑπεροχαῖς καὶ ῥώμαις πεποιθότας καταδουλοῦσθαι μὲν τοὺς πλησιοχώρους, ἀπειθεῖν δὲ τοῖς περὶ τοῦ δικαίου τιθεμένοις νόμοις, πόλεμον δʼ ἐκφέρειν πρὸς τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας ὑπὸ πάντων θεοὺς νομιζομένους.