Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

 
εἰς πολλὰ γὰρ μέρη συνέβαινε διαιρεῖσθαι τὰς ἑταιρίας τῶν συνιόντων καὶ πρὸς ἀλλήλους ἑκάστοις εἶναι μεγάλας διαφοράς, μέγιστον δʼ ἦν ἀντίταγμα τοῖς περὶ τὸν Ἀγαθοκλέα τὸ τῶν ἑξακοσίων συνέδριον, κατὰ τὴν ὀλιγαρχίαν ὑφηγημένον τῆς πόλεως· οἱ προέχοντες γὰρ τῶν Συρακοσίων ταῖς δόξαις καὶ ταῖς οὐσίαις ἐν τούτοις ὑπῆρχον καταλελεγμένοι.
 
περὶ τῆς Ποστουμίου εἰς τὸν υἱὸν γενομένης ἐπιτιμήσεως ἕνεκα τῆς λειποταξίας. 40
 
τῆς Αἰγύπτου δὲ πάσης εἰς πλείω μέρη διῃρημένης, ὧν ἕκαστον κατὰ τὴν Ἑλληνικὴν διάλεκτον ὀνομάζεται νομός, ἐφʼ ἑκάστῳ τέτακται νομάρχης ὁ τὴν ἁπάντων ἔχων ἐπιμέλειάν τε καὶ φροντίδα.
 
ὁ δʼ οὖν Ἀγαθοκλῆς ἐπιθυμητὴς ὢν δυναστείας πολλὰς ἀφορμὰς ἔσχεν εἰς τὸ συντελέσαι τὸ βουλευθέν. οὐ μόνον γὰρ στρατηγὸς ὢν κύριος τῆς δυνάμεως ἦν, ἀλλὰ καὶ προσαγγελθέντος ὅτι τινὲς τῶν ἀποστατῶν ἐν τῇ μεσογείῳ πρὸς Ἐρβίτῃ συνάγουσι δύναμιν, ἐξουσίαν ἔλαβεν ἀνυπόπτως καταγράφειν οὓς προαιροῖτο στρατιώτας.
 
περὶ τοῦ γενομένου πολέμου Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ τῶν Μεγαρέων.
 
τῆς δὲ χώρας ἁπάσης εἰς τρία μέρη διῃρημένης τὴν μὲν πρώτην ἔχει μερίδα τὸ σύστημα τῶν ἱερέων, μεγίστης ἐντροπῆς τυγχάνον παρὰ τοῖς ἐγχωρίοις διά τε τὴν εἰς τοὺς θεοὺς ἐπιμέλειαν καὶ διὰ τὸ πλείστην σύνεσιν τοὺς ἄνδρας τούτους ἐκ παιδείας εἰσφέρεσθαι.
 
διὸ καὶ προσποιηθεὶς στρατεύειν ἐπὶ τὴν Ἐρβίταν κατέλεξεν εἰς τάξεις τούς τʼ ἐκ Μοργαντίνης καὶ τῶν ἄλλων τῶν ἐν τῇ μεσογείῳ πόλεων τοὺς αὐτῷ πρότερον συμπορευθέντας πρὸς Καρχηδονίους.
 
πόλεμος Λακεδαιμονίοις καὶ Ἀθηναίοις ὑπὲρ Χαλκιδέων.
 
ἐκ δὲ τούτων τῶν προσόδων τάς τε θυσίας ἁπάσας τὰς κατʼ Αἴγυπτον συντελοῦσι καὶ τοὺς ὑπηρέτας τρέφουσι καὶ ταῖς ἰδίαις χρείαις χορηγοῦσιν· οὔτε γὰρ τὰς τῶν θεῶν τιμὰς ᾤοντο δεῖν ἀλλάττειν, ἀλλʼ ὑπό τε τῶν αὐτῶν ἀεὶ καὶ παραπλησίως συντελεῖσθαι, οὔτε τοὺς πάντων προβουλευομένους ἐνδεεῖς εἶναι τῶν ἀναγκαίων.
 
οὗτοι γὰρ πάντες πρὸς Ἀγαθοκλέα μὲν εὐνούστατα διέκειντο, πολλὰ προευεργετημένοι κατὰ τὰς στρατείας, πρὸς δὲ τοὺς ἐν Συρακούσσαις ὀλιγαρχίας κεκοινωνηκότας ἑξακοσίους ἀεὶ πολεμικῶς εἶχον καὶ καθόλου τὸν δῆμον ἐμίσουν, ἀναγκαζόμενοι ποιεῖν τὸ προσταττόμενον. τούτων δʼ ὄντων μὲν τὸν ἀριθμὸν εἰς τρισχιλίους, ταῖς δʼ ὁρμαῖς καὶ ταῖς προαιρέσεσιν εὐθετωτάτων πρὸς τὴν κατάλυσιν τῆς δημοκρατίας προσεπελέξατο καὶ τῶν πολιτῶν τοὺς διὰ πενίαν καὶ φθόνον ἐναντιουμένους ταῖς τῶν ἰσχυόντων ἐπιφανείαις.
 
μάχη κατὰ τὴν Βοιωτίαν Ἀθηναίοις πρὸς Βοιωτούς.
 
καθόλου γὰρ περὶ τῶν μεγίστων οὗτοι προβουλευόμενοι συνδιατρίβουσι τῷ βασιλεῖ, τῶν μὲν συνεργοί, τῶν δὲ εἰσηγηταὶ καὶ διδάσκαλοι γινόμενοι, καὶ διὰ μὲν τῆς ἀστρολογίας καὶ τῆς ἱεροσκοπίας τὰ μέλλοντα προσημαίνοντες, ἐκ δὲ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγεγραμμένων πράξεων τὰς ὠφελῆσαι δυναμένας παραναγινώσκοντες.
 
ὡς δʼ αὐτῷ πάντʼ ἦν εὐτρεπῆ, τοῖς μὲν στρατιώταις παρήγγειλεν ἀπαντᾶν ἅμʼ ἡμέρᾳ εἰς τὸ Τιμολεόντιον, αὐτὸς δὲ μεταπεμπόμενος τοὺς περὶ Πείσαρχον καὶ Διοκλέα, τοὺς δοκοῦντας προεστάναι τῆς τῶν ἑξακοσίων ἑταιρίας, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, ἐπειδὴ παρεγένοντο παραλαβόντες τῶν φίλων εἰς τεσσαράκοντα, προσποιηθεὶς ἑαυτὸν ἐπιβουλεύεσθαι συνελάμβανεν ἅπαντας καὶ κατηγόρησε μὲν αὐτῶν ἐν τοῖς στρατιώταις, φήσας ὑπὸ τῶν ἑξακοσίων ἁρπάζεσθαι διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ κατωδύρετο τὴν περὶ αὐτὸν τύχην.
 
στρατεία Ἀθηναίων πρὸς τοὺς ἐν τῇ Λέσβῳ φυγάδας.
 
οὐ γάρ, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, εἷς ἀνὴρ ἢ μία γυνὴ τὴν ἱερωσύνην παρείληφεν, ἀλλὰ πολλοὶ περὶ τὰς τῶν θεῶν θυσίας καὶ τιμὰς διατρίβουσι, καὶ τοῖς ἐκγόνοις τὴν ὁμοίαν τοῦ βίου προαίρεσιν παραδιδόασιν. εἰσὶ δὲ οὗτοι πάντων τε ἀτελεῖς καὶ δευτερεύοντες μετὰ τὸν βασιλέα ταῖς τε δόξαις καὶ ταῖς ἐξουσίαις.
 
παροξυνομένου δὲ τοῦ πλήθους καὶ βοῶντος μηκέτι μέλλειν, ἀλλʼ ἐκ χειρὸς ἐπιθεῖναι τοῖς ἀδικήσασι τὴν δίκην, τοῖς μὲν σαλπιγκταῖς παρήγγειλε σημαίνειν τὸ πολεμικόν, τοῖς δὲ στρατιώταις ἀναιρεῖν τοὺς αἰτίους καὶ διαρπάζειν τὰς κτήσεις τῶν ἑξακοσίων καὶ τῶν τούτοις κοινοπραγούντων.
 
ἔκπτωσις Δηλίων ὑπὸ Ἀθηναίων. 45
 
τὴν δὲ δευτέραν μοῖραν οἱ βασιλεῖς παρειλήφασιν εἰς προσόδους, ἀφʼ ὧν εἴς τε τοὺς πολέμους χορηγοῦσι καὶ τὴν περὶ αὑτοὺς λαμπρότητα διαφυλάττουσι, καὶ τοὺς μὲν ἀνδραγαθήσαντας δωρεαῖς κατὰ τὴν ἀξίαν τιμῶσι, τοὺς δʼ ἰδιώτας διὰ τὴν ἐκ τούτων εὐπορίαν οὐ βαπτίζουσι ταῖς εἰσφοραῖς.
 
ὁρμησάντων δὲ πάντων ἐπὶ τὴν ἁρπαγὴν ἡ πόλις ἐπληρώθη ταραχῆς καὶ μεγάλων ἀτυχημάτων· οἱ μὲν γὰρ χαριέστατοι τῶν πολιτῶν, ἀγνοοῦντες τὸν καθʼ αὑτῶν κεκυρωμένον ὄλεθρον, ἐξεπήδων ἐκ τῶν οἰκιῶν εἰς τὰς ὁδούς, μαθεῖν σπεύδοντες τὸν θόρυβον, οἱ δὲ στρατιῶται τὰ μὲν διὰ τὴν πλεονεξίαν, τὰ δὲ διὰ τὸν θυμὸν ἠγριωμένοι τὰς ψυχὰς ἀνῄρουν τοὺς διὰ τὴν ἄγνοιαν γυμνὰ τὰ σώματα τῶν ἀμυνομένων ὅπλων παρεχομένους.
 
ἅλωσις Τορώνης καὶ κατασκαφὴ ὑπὸ Ἀθηναίων.
 
τὴν δὲ μερίδα τὴν τελευταίαν ἔχουσιν οἱ μάχιμοι καλούμενοι καὶ πρὸς τὰς λειτουργίας τὰς εἰς τὴν στρατείαν ὑπακούοντες, ἵνʼ οἱ κινδυνεύοντες εὐνούστατοι τῇ χώρᾳ διὰ τὴν κληρουχίαν ὄντες προθύμως ἐπιδέχωνται τὰ συμβαίνοντα κατὰ τοὺς πολέμους δεινά.
 
διαληφθέντων δὲ τῶν στενωπῶν κατὰ μέρος ὑπὸ τῶν στρατιωτῶν οἱ μὲν κατὰ τὰς ὁδούς, οἱ δʼ ἐν ταῖς οἰκίαις ἐφονεύοντο. πολλοὶ δὲ καὶ τῶν μηδʼ ὁτιοῦν διαβεβλημένων ἀνῃροῦντο, δεόμενοι μαθεῖν τὴν αἰτίαν τῆς ἀπωλείας. καθωπλισμένον γὰρ πλῆθος ἐξουσίαν προσλαβὸν οὐ διέκρινε φίλον ἢ πολέμιον, ἀλλὰ παρʼ οὗ πλέον ὠφεληθήσεσθαι διειλήφει, τοῦτον ἐχθρὸν ἡγεῖτο.
 
ὡς Ἀθηναίων καὶ Λακεδαιμονίων ἰδίᾳ συνθεμένων συμμαχίαν ἀπηλλοτριώθησαν αἱ λοιπαὶ πόλεις ἀπʼ αὐτῶν.
 
ἄτοπον γὰρ ἦν τὴν μὲν τῶν ἁπάντων σωτηρίαν τούτοις ἐπιτρέπειν, ὑπὲρ οὗ δὲ ἀγωνιοῦνται μηδὲν αὐτοῖς ὑπάρχειν κατὰ τὴν χώραν σπουδῆς ἄξιον· τὸ δὲ μέγιστον, εὐπορουμένους αὐτοὺς ῥᾳδίως τεκνοποιήσειν, καὶ διὰ τοῦτο τὴν πολυανθρωπίαν κατασκευάσειν, ὥστε μὴ προσδεῖσθαι ξενικῆς δυνάμεως τὴν χώραν.
 
διὸ καὶ παρῆν ὁρᾶν πᾶσαν τὴν πόλιν πεπληρωμένην ὕβρεως καὶ φόνων καὶ παντοίων ἀνομημάτων. οἱ μὲν γὰρ διὰ τὰς προϋπαρχούσας ἔχθρας οὐδεμιᾶς ἐπηρείας ἀπείχοντο κατὰ τῶν μισουμένων, ἔχοντες ἐξουσίαν διατιθέναι πᾶν τὸ κεχαρισμένον τῷ θυμῷ· οἱ δὲ ταῖς τῶν εὐπόρων σφαγαῖς οἰόμενοι τὰς ἰδίας ἀπορίας ἐπανορθώσασθαι πᾶν ἐμηχανῶντο πρὸς τὸν κατʼ αὐτῶν ὄλεθρον.
 
ὡς Δήλιοι κατήχθησαν ὑπὸ Ἀθηναίων εἰς τὴν πατρίδα.
 
ὁμοίως δʼ οὗτοι τὴν τάξιν ταύτην ἐκ προγόνων διαδεχόμενοι ταῖς μὲν τῶν πατέρων ἀνδραγαθίαις προτρέπονται πρὸς τὴν ἀνδρείαν, ἐκ παίδων δὲ ζηλωταὶ γινόμενοι τῶν πολεμικῶν ἔργων ἀνίκητοι ταῖς τόλμαις καὶ ταῖς ἐμπειρίαις ἀποβαίνουσιν.
 
οἱ μὲν γὰρ τὰς αὐλίους θύρας ἐξέκοπτον, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὰς ὀροφὰς προσανέβαινον, ἄλλοι δὲ διηγωνίζοντο πρὸς τοὺς ἀπὸ τῶν στεγῶν ἀμυνομένους. οὐ μὴν οὐδὲ τοῖς εἰς τὰ τεμένη καταφυγοῦσιν ἡ τῶν θεῶν ἱκετεία παρείχετο τὴν ἀσφάλειαν, ἀλλʼ ἡ πρὸς θεοὺς εὐσέβεια ἐνικᾶτο πρὸς ἀνθρώπων.
 
ὡς Λακεδαιμόνιοι πρὸς Μαντινεῖς καὶ Ἀργείους ἐπολέμησαν.
 
ἔστι δʼ ἕτερα συντάγματα τῆς πολιτείας τρία, τό τε τῶν νομέων καὶ τὸ τῶν γεωργῶν, ἔτι δὲ τὸ τῶν τεχνιτῶν. οἱ μὲν οὖν γεωργοὶ μικροῦ τινος τὴν καρποφόρον γῆν τὴν παρὰ τοῦ βασιλέως καὶ τῶν ἱερέων καὶ τῶν μαχίμων μισθούμενοι διατελοῦσι τὸν πάντα χρόνον περὶ τὴν ἐργασίαν ὄντες τῆς χώρας· ἐκ νηπίου δὲ συντρεφόμενοι ταῖς γεωργικαῖς ἐπιμελείαις πολὺ προέχουσι τῶν παρὰ τοῖς ἄλλοις ἔθνεσι γεωργῶν ταῖς ἐμπειρίαις·
 
καὶ ταῦτʼ ἐτόλμων ἐν εἰρήνῃ καὶ πατρίδι παρανομεῖν Ἕλληνες καθʼ Ἑλλήνων, οἰκεῖοι κατὰ συγγενῶν, οὐ φύσιν, οὐ σπονδάς, οὐ θεοὺς ἐντρεπόμενοι, ἐφʼ οἷς οὐχ ὅτι φίλος, ἀλλὰ καὶ παντελῶς ἐχθρός, μέτριός γε τὴν ψυχήν, οὐκ ἔστιν ὅστις
 
βυζαντίων καὶ Καλχηδονίων στρατεία εἰς τὴν Βιθυνίαν. 50
 
καὶ γὰρ τὴν τῆς γῆς φύσιν καὶ τὴν τῶν ὑδάτων ἐπίρρυσιν, ἔτι δὲ τοὺς καιροὺς τοῦ τε σπόρου καὶ τοῦ θερισμοῦ καὶ τῆς ἄλλης τῶν καρπῶν συγκομιδῆς ἀκριβέστατα πάντων γινώσκουσι, τὰ μὲν ἐκ τῆς τῶν προγόνων παρατηρήσεως μαθόντες, τὰ δʼ ἐκ τῆς ἰδίας πείρας διδαχθέντες.
 
οὐκ ἂν τὴν τῶν πασχόντων τύχην ἐλεήσειεν. πᾶσαι μὲν γὰρ αἱ πύλαι τῆς πόλεως ἐκλείσθησαν, πλείους δὲ τῶν τετρακισχιλίων ἀνῃρέθησαν αὐθημερόν, τοῦτο μόνον ἐγκληθέντες ὅτι χαριέστεροι τῶν ἄλλων ἦσαν. τῶν δὲ φυγόντων οἱ μὲν ἐπὶ τὰς πύλας ὁρμήσαντες συνελήφθησαν, οἱ δὲ κατὰ τῶν τειχῶν ῥίπτοντες αὑτοὺς εἰς τὰς ἀστυγείτονας πόλεις διεσώθησαν, τινὲς δὲ διὰ τὸν φόβον ἀπρονοήτως ἁλλόμενοι κατεκρημνίσθησαν.
 
περὶ τῶν αἰτιῶν διʼ ἃς ἐπὶ Συρακούσας ἐστράτευσαν Ἀθηναῖοι.
 
ὁ δʼ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν νομέων, οἳ τὴν τῶν θρεμμάτων ἐπιμέλειαν ἐκ πατέρων ὥσπερ κληρονομίας νόμῳ παραλαμβάνοντες ἐν βίῳ κτηνοτρόφῳ διατελοῦσι πάντα τὸν τοῦ ζῆν χρόνον,
 
τὸ δὲ πλῆθος ἦν τῶν ἐκπεσόντων ἐκ τῆς πατρίδος ὑπὲρ τοὺς ἑξακισχιλίους, ὧν οἱ πλεῖστοι κατέφυγον πρὸς τοὺς Ἀκραγαντίνους κἀκεῖ τῆς καθηκούσης ἐπιμελείας ἠξιώθησαν.
 
δικαίως ἄν τις ἀπορήσειε τὸν νοῦν ἐπιστήσας τῇ κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίᾳ· οὔτε γὰρ τῶν νομιζομένων ἀγαθῶν οὐδὲν ὁλόκληρον εὑρίσκεται δεδομένον τοῖς ἀνθρώποις οὔτε τῶν κακῶν αὐτοτελὲς ἄνευ τινὸς εὐχρηστίας. τούτου δὲ τὰς ἀποδείξεις ἐξέσται λαμβάνειν ἐπιστήσαντας τὴν διάνοιαν ταῖς προγεγενημέναις πράξεσι, καὶ μάλιστα ταῖς μεγίσταις.
 
καὶ πολλὰ μὲν παρὰ τῶν προγόνων πρὸς θεραπείαν καὶ διατροφὴν ἀρίστην τῶν βοσκομένων παρειλήφασιν, οὐκ ὀλίγα δʼ αὐτοὶ διὰ τὸν εἰς ταῦτα ζῆλον προσευρίσκουσι, καὶ τὸ θαυμασιώτατον, διὰ τὴν ὑπερβολὴν τῆς εἰς ταῦτα σπουδῆς οἵ τε ὀρνιθοτρόφοι καὶ οἱ χηνοβοσκοὶ χωρὶς τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἐκ φύσεως συντελουμένης γενέσεως τῶν εἰρημένων ζῴων αὐτοὶ διὰ τῆς ἰδίας φιλοτεχνίας ἀμύθητον πλῆθος ὀρνέων ἀθροίζουσιν·
 
οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα διημερεύσαντες ἐν τοῖς τῶν πολιτῶν φόνοις οὐδὲ τῆς εἰς γυναῖκας ὕβρεως καὶ παρανομίας ἀπέσχοντο, ἀλλὰ παρὰ τῶν ἐκπεφευγότων τὸν θάνατον ἱκανὴν ὑπελάμβανον λήψεσθαι τιμωρίαν τὴν εἰς τοὺς συγγενεῖς ἐπήρειαν· δεινότερα γὰρ θανάτου τοὺς μὲν ἄνδρας καὶ πατέρας εἰκὸς ἦν πείσεσθαι γυναικῶν ὕβρεις καὶ παρθένων αἰσχύνας ἀναλογιζομένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme