Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

49.1 τὸν δὲ γάμον τοῦτον πρῶτον δαῖσαι θεούς, καὶ Δήμητραν μὲν Ἰασίωνος ἐρασθεῖσαν τὸν καρπὸν τοῦ σίτου δωρήσασθαι, Ἑρμῆν δὲ λύραν, Ἀθηνᾶν δὲ τὸν διαβεβοημένον ὅρμον καὶ πέπλον καὶ αὐλούς, Ἠλέκτραν δὲ τὰ τῆς μεγάλης καλουμένης μητρὸς τῶν θεῶν ἱερὰ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ τῶν ὀργιαζόντων· καὶ Ἀπόλλωνα μὲν κιθαρίσαι, τὰς δὲ Μούσας αὐλῆσαι, τοὺς δʼ ἄλλους θεοὺς εὐφημοῦντας συναυξῆσαι τὸν γάμον.
49.2 μετὰ δὲ ταῦτα τὸν μὲν Κάδμον κατὰ τὸν παραδεδομένον χρησμὸν κτίσαι Θήβας τὰς ἐν Βοιωτίᾳ φασί, τὸν δʼ Ἰασίωνα γήμαντα Κυβέλην γεννῆσαι Κορύβαντα. Ἰασίωνος δὲ εἰς θεοὺς μεταστάντος, Δάρδανον καὶ Κυβέλην καὶ Κορύβαντα μετακομίσαι εἰς τὴν Ἀσίαν τὰ τῆς μητρὸς τῶν θεῶν ἱερὰ καὶ συναπᾶραι εἰς Φρυγίαν.
49.3 καὶ τὴν μὲν Κυβέλην Ὀλύμπῳ τῷ πρώτῳ συνοικήσασαν γεννῆσαι Ἀλκήν, καὶ τὴν θεὰν Κυβέλην ἀφʼ ἑαυτῆς ὀνομάσαι· τὸν δὲ Κορύβαντα τοὺς ἐπὶ τοῖς τῆς μητρὸς ἱεροῖς ἐνθουσιάσαντας ἀφʼ ἑαυτοῦ Κορύβαντας προσαγορεῦσαι,
49.4 γῆμαι δὲ Θήβην τὴν Κίλικος θυγατέρα. ὁμοίως δὲ τοὺς αὐλοὺς εἰς Φρυγίαν ἐντεῦθεν μετενεχθῆναι, καὶ τὴν λύραν τὴν Ἑρμοῦ εἰς Λυρνησσόν, ἣν Ἀχιλλέα ὕστερον ἐκπορθήσαντα λαβεῖν. ἐξ Ἰασίωνος δὲ καὶ Δήμητρος Πλοῦτον γενέσθαι φασὶν οἱ μῦθοι, τὸ δʼ ἀληθές, τὸν τοῦ σίτου πλοῦτον, δωρηθέντα ἐν τῷ τῆς Ἁρμονίας γάμῳ διὰ τὴν συνουσίαν τοῦ Ἰασίωνος.
49.5 καὶ τὰ μὲν κατὰ μέρος τῆς τελετῆς ἐν ἀπορρήτοις τηρούμενα μόνοις παραδίδοται τοῖς μυηθεῖσι· διαβεβόηται δʼ ἡ τούτων τῶν θεῶν ἐπιφάνεια καὶ παράδοξος ἐν τοῖς κινδύνοις βοήθεια τοῖς ἐπικαλεσαμένοις τῶν μυηθέντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme