Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

6.8 ἐκ δὲ τῆς Ἰνδικῆς Εὔδαμος παρεγένετο μεθʼ ἱππέων μὲν πεντακοσίων, πεζῶν δὲ τριακοσίων, ἐλεφάντων δὲ ἑκατὸν εἴκοσι· τὰ δὲ θηρία ταῦτα παρέλαβε μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν δολοφονήσας Πῶρον τὸν βασιλέα. οἱ δὲ πάντες μετὰ τῶν σατραπῶν ἠθροίσθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων ὀκτακισχιλίων ἑπτακοσίων, ἱππεῖς δὲ τετρακισχίλιοι ἑξακόσιοι.
75.1 πρῶτον μὲν γὰρ τοῖς μητρυιὰν ἐπαγομένοις κατὰ τῶν ἰδίων τέκνων ἔθηκε πρόστιμον τὸ μὴ γίνεσθαι συμβούλους τούτους τῇ πατρίδι, νομίζων τοὺς κακῶς περὶ τῶν ἰδίων τέκνων βουλευσαμένους καὶ συμβούλους κακοὺς ἔσεσθαι τῇ πατρίδι. ἔφη γὰρ τοὺς μὲν πρῶτον γήμαντας καὶ ἐπιτυχόντας δεῖν εὐημεροῦντας καταπαύειν, τοὺς δὲ ἀποτυχόντας τῷ γάμῳ καὶ πάλιν ἐν τοῖς αὐτοῖς ἁμαρτάνοντας ἄφρονας δεῖν ὑπολαμβάνεσθαι.
26.3 ἡ δʼ ἀριθμητικὴ πρός τε τὰς κατὰ τὸν βίον οἰκονομίας αὐτοῖς χρησιμεύει καὶ πρὸς τὰ γεωμετρίας θεωρήματα, πρὸς δὲ τούτοις οὐκ ὀλίγα συμβάλλεται καὶ τοῖς τὰ περὶ τὴν ἀστρολογίαν ἐκπονοῦσιν.
7.1 ἐπεὶ δὲ παρεγενήθησαν εἰς τὴν Σουσιανὴν πρὸς τοὺς περὶ τὸν Εὐμενῆ, συνήγαγον ἐκκλησίαν κοινήν, ἐν ᾗ πολλὴν συνέβη γενέσθαι φιλοτιμίαν ὑπὲρ τῆς ἡγεμονίας. Πευκέστης μὲν γὰρ διά τε τὸ πλῆθος τῶν
19.2 τοὺς δʼ ἐπὶ συκοφαντίᾳ καταγνωσθέντας προσέταξε περιπατεῖν ἐστεφανωμένους μυρίκῃ, ὅπως ἐν πᾶσι τοῖς πολίταις φαίνωνται τὸ πρωτεῖον τῆς πονηρίας περιπεποιημένοι. διὸ καί τινας ἐπὶ τούτῳ τῷ ἐγκλήματι καταδικασθέντας τὸ μέγεθος τῆς ὕβρεως οὐκ ἐνεγκόντας ἑκουσίως ἑαυτοὺς ἐκ τοῦ ζῆν μεταστῆσαι. οὗ συντελεσθέντος ἐφυγαδεύθη πᾶς ἐκ τῆς πόλεως ὁ συκοφαντεῖν εἰωθώς, καὶ τὸ πολίτευμα μακάριον εἶχε βίον τῆς τοιαύτης κακίας ἀπηλλαγμένον.
22.4 ἐπιμελοῦς γὰρ, εἰ καὶ παρά τισιν ἄλλοις, καὶ παρʼ Αἰγυπτίοις παρατηρήσεως τυγχάνουσιν αἱ τῶν ἄστρων τάξεις τε καὶ κινήσεις· καὶ τὰς μὲν περὶ ἑκάστων ἀναγραφὰς ἐξ ἐτῶν ἀπίστων τῷ πλήθει φυλάττουσιν, ἐκ παλαιῶν χρόνων ἐζηλωμένης παρʼ αὐτοῖς τῆς περὶ ταῦτα σπουδῆς, τὰς δὲ τῶν πλανήτων ἀστέρων κινήσεις καὶ περιόδους καὶ στηριγμούς, ἔτι δὲ τὰς ἑκάστου δυνάμεις πρὸς τὰς τῶν ζῴων γενέσεις, τίνων εἰσὶν ἀγαθῶν ἢ κακῶν ἀπεργαστικαί, φιλοτιμότατα παρατετηρήκασι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme