Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

5.4 διὰ δὴ ταύτας τὰς αἰτίας τῶν ἄνω σατραπῶν συνηθροικότων εἰς τὸ αὐτὸ τὰ στρατόπεδα παρῆσαν οἱ παρʼ Εὐμενοῦς βυβλιαφόροι πρὸς ἑτοίμας τὰς δυνάμεις. ἦν δὲ τῶν ἡγεμόνων ἐπιφανέστατος μὲν καὶ κοινῷ δόγματι πάντων τὴν στρατηγίαν παραλαβὼν Πευκέστης, γεγενημένος Ἀλεξάνδρου σωματοφύλαξ καὶ προηγμένος ὑπὸ τοῦ βασιλέως δι’ ἀνδρείαν.
11.1 ὀλίγον δὲ χρόνον ὁμονοήσαντες οἱ Θούριοι στάσει μεγάλῃ περιέπεσον οὐκ ἀλόγως. οἱ γὰρ προϋπάρχοντες Συβαρῖται τὰς μὲν ἀξιολογωτάτας ἀρχὰς ἑαυτοῖς προσένεμον, τὰς δʼ εὐτελεῖς τοῖς ὕστερον προσγεγραμμένοις πολίταις· καὶ τὰς γυναῖκας ἐπιθύειν τοῖς θεοῖς ᾤοντο δεῖν πρώτας μὲν τὰς πολίτιδας, ὑστέρας δὲ τὰς μεταγενεστέρας· πρὸς δὲ τούτοις τὴν μὲν σύνεγγυς τῇ πόλει χώραν κατεκληρούχουν ἑαυτοῖς, τὴν δὲ πόρρω κειμένην τοῖς ἐπήλυσι.
20.5 τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου· ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυθμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσθαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δʼ ἕψοντες, τὰ δʼ ὀπτῶντες, διδόασιν.
71.5 σατραπείαν δʼ εἶχεν ἔτη πλείονα τῆς Περσίδος καὶ μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς ἐγχωρίοις. διʼ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν, χαρίζεσθαι βουλόμενον τοῖς Πέρσαις καὶ διὰ τούτου νομίζοντα κατὰ πάνθʼ ἕξειν τὸ ἔθνος ὑπήκοον. εἶχε δὲ τότε Πέρσας τοξότας μὲν καὶ σφενδονήτας μυρίους, τοὺς δὲ εἰς τὴν Μακεδονικὴν τάξιν καθωπλισμένους παντοδαποὺς τρισχιλίους, ἱππεῖς δʼ Ἕλληνας μὲν καὶ Θρᾷκας ἑξακοσίους, Πέρσας δὲ πλείους τῶν τετρακοσίων.
11.2 γενομένης δὲ διαφορᾶς διὰ τὰς εἰρημένας αἰτίας, οἱ προσγραφέντες ὕστερον πολῖται πλείους καὶ κρείττονες ὄντες ἀπέκτειναν σχεδὸν ἅπαντας τοὺς προϋπάρχοντας Συβαρίτας, καὶ τὴν πόλιν αὐτοὶ κατῴκησαν. πολλῆς δὲ οὔσης καὶ καλῆς χώρας, οἰκήτορας ἐκ τῆς Ἑλλάδος μεταπεμψάμενοι συχνούς, διενείμαντο τὴν πόλιν καὶ τὴν χώραν ἐπʼ ἴσης ἔνεμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme