Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

11.7 παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἰδεῖν ἔστι τοὺς τεχνίτας περὶ πολλὰ τῇ διανοίᾳ περισπωμένους καὶ διὰ τὴν πλεονεξίαν μὴ μένοντας τὸ παράπαν ἐπὶ τῆς ἰδίας ἐργασίας· οἱ μὲν γὰρ ἐφάπτονται γεωργίας, οἱ δʼ ἐμπορίας κοινωνοῦσιν, οἱ δὲ δυοῖν ἢ τριῶν τεχνῶν ἀντέχονται, πλεῖστοι δʼ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν εἰς τὰς ἐκκλησίας σνντρέχοντες τὴν μὲν πολιτείαν λυμαίνονται, τὸ δὲ λυσιτελὲς περιποιοῦνται παρὰ τῶν μισθοδοτούντων· παρὰ δὲ τοῖς Αἰγυπτίοις, εἴ τις τῶν τεχνιτῶν μετάσχοι τῆς πολιτείας ἢ τέχνας πλείους ἐργάζοιτο, μεγάλαις περιπίπτει τιμωρίαις.
8.6 ὁ δʼ Ἀγαθοκλῆς δυεῖν ἡμερῶν διελθουσῶν ἐπειδή ποτʼ ἐπληρώθη τοῦ κατὰ τῶν πολιτῶν φόνου, τοὺς ζωγρηθέντας ἀθροίσας Δεινοκράτην μὲν ἀφῆκε διὰ τὴν προγεγενημένην φιλίαν, τῶν ἄλλων δὲ τοὺς μὲν ἀλλοτριώτατα διακειμένους ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐφυγάδευσε.
12.5 φιλόσοφοι μὲν γὰρ οἱ περὶ τὸν Σωκράτη καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, ῥήτορες δὲ Περικλῆς καὶ Ἰσοκράτης καὶ οἱ τούτου μαθηταί· ὁμοίως δὲ καὶ ἄνδρες ἐπὶ στρατηγίᾳ διαβεβοημένοι, Μιλτιάδης, Θεμιστοκλῆς, Ἀριστείδης, Κίμων, Μυρωνίδης καὶ ἕτεροι πλείονες, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
11.8 τὴν μὲν οὖν διαίρεσιν τῆς πολιτείας καὶ τὴν τῆς ἰδίας τάξεως ἐπιμέλειαν διὰ προγόνων τοιαύτην ἔσχον οἱ τὸ παλαιὸν τὴν Αἴγυπτον κατοικοῦντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme