Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

8.3 οὐδεὶς δʼ ἂν οὔτε λουτροῖς οὔτʼ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας.
87.3 αὐτὸς δὲ ῥάκη περιβαλόμενος ἀνοδίᾳ τὴν ὁδοιπορίαν ἐποιήσατο. ἐκεῖνοι δὲ ἀπὸ τῶν ὅπλων καὶ τῶν ἄλλων συσσήμων ὑπολαβόντες εἶναι τὸν Ἀγαθοκλέα καὶ τἀκριβὲς διὰ τὸ σκότος οὐ συνιδόντες τὸν μὲν φόνον ἐπετέλεσαν, τῆς δὲ προκεχειρισμένης πράξεως διήμαρτον.
arg. ὡς Λακεδαιμόνιοι Ἡράκλειαν ἐν τῇ Τραχῖνι πόλιν ἔκτισαν.
8.4 ἐν δὲ τούτῳ τῷ χρόνῳ τὰ πρὸς ταφὴν λαμπρῶς παρεσκευασμένοι, καὶ τῇ τελευταίᾳ τῶν ἡμερῶν θέντες τὴν τὸ σῶμα ἔχουσαν λάρνακα πρὸ τῆς εἰς τὸν τάφον εἰσόδου, προετίθεσαν κατὰ νόμον τῷ τετελευτηκότι κριτήριον τῶν ἐν τῷ βίῳ πραχθέντων.
87.4 μετὰ δὲ ταῦτα τῶν Συρακοσίων καταδεξαμένων τοὺς μετὰ Σωστράτου φυγάδας καὶ πρὸς Καρχηδονίους εἰρήνην συνθεμένων Ἀγαθοκλῆς φυγὰς ὢν ἰδίαν δύναμιν ἐν τῇ μεσογείῳ συνεστήσατο. γενόμενος δὲ φοβερὸς οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς Καρχηδονίοις ἐπείσθη κατελθεῖν εἰς τὴν πατρίδα καὶ παραχθεὶς εἰς τὸ τῆς Δήμητρος ἱερὸν ὑπὸ τῶν πολιτῶν ὤμοσε μηδὲν ἐναντιωθήσεσθαι τῇ δημοκρατίᾳ.
arg. ὡς Ἀθηναῖοι πολλοὺς τῶν Ἀμβρακιωτῶν ἀνελόντες ἠρήμωσαν τὴν πόλιν.
8.5 δοθείσης δʼ ἐξουσίας τῷ βουλομένῳ κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῷ πραχθέντων διεξιόντες, αἰ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς, εἰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme