Thesauros Literature History Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

2.4 τοὺς δὲ κατοικοῦντας αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτόχθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγραφέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτῃ τῇ νήσῳ πρώτως φανῆναι καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιητῶν μαρτυρεῖν λέγοντα ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται πυροὶ καὶ κριθαί, ἠδʼ ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. ἔν τε γὰρ τῷ Λεοντίνῳ πεδίῳ καὶ κατὰ πολλοὺς ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς.
2.5 καθόλου δὲ πρὸ τῆς εὑρέσεως τοῦ σίτου ζητουμένου κατὰ ποίαν τῆς οἰκουμένης γῆν πρῶτον ἐφάνησαν οἱ προειρημένοι καρποί, εἰκός ἐστιν ἀποδίδοσθαι τὸ πρωτεῖον τῇ κρατίστῃ χώρᾳ· καὶ τὰς θεὰς δὲ τὰς εὑρούσας ἀκολούθως τοῖς εἰρημένοις ὁρᾶν ἐστι μάλιστα τιμωμένας παρὰ τοῖς Σικελιώταις.
3.1 καὶ τῆς ἁρπαγῆς τῆς κατὰ τὴν Κόρην ἐν ταύτῃ γενομένης ἀπόδειξιν εἶναι λέγουσι φανερωτάτην ὅτι τὰς διατριβὰς αἱ θεαὶ κατὰ ταύτην τὴν νῆσον ἐποιοῦντο διὰ τὸ στέργεσθαι μάλιστα παρʼ αὐταῖς ταύτην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme