Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

28.4 ὁ δʼ Ἀρβάκης τούτων οὐδὲν εἰδὼς διὰ τὸ πάντας τοὺς ἐν τοῖς βασιλείοις συγκατακαῆναι τῷ βασιλεῖ, τήν τε σποδὸν ἀποκομίσαι καὶ τὴν Βαβυλῶνα ἔχειν ἀτελῆ συνεχώρησεν. εἶθʼ ὁ μὲν Βέλεσυς πλοῖα παραστησάμενος μετὰ τῆς σποδοῦ τὸ πλεῖστον τοῦ τε ἀργύρου καὶ τοῦ χρυσοῦ συντόμως ἀπέστειλεν εἰς Βαβυλῶνα· ὁ δὲ βασιλεύς, μηνυθείσης αὐτῷ τῆς πράξεως αὐτοφώρου, δικαστὰς ἀπέδειξε τοὺς συναγωνισαμένους στρατηγούς.
72.3 Κάσανδρος δʼ ὁρῶν τοὺς Αἰτωλοὺς συναγωνιζομένους μὲν Ἀντιγόνῳ, πόλεμον δʼ ἔχοντας ὅμορον πρὸς Ἀκαρνᾶνας ἔκρινε συμφέρειν ἅμα συμμάχους μὲν Ἀκαρνᾶνας ποιήσασθαι, ταπεινῶσαι δὲ τοὺς Αἰτωλούς. διόπερ ἀναζεύξας ἐκ Μακεδονίας μετὰ δυνάμεως μεγάλης ἧκεν εἰς Αἰτωλίαν καὶ κατεστρατοπέδευσεν περὶ τὸν καλούμενον Καμπύλον ποταμόν·
78.4 οἱ δʼ Ἀργεῖοι προσλαβόμενοι στρατιώτας παρὰ μὲν Ἠλείων τρισχιλίους, παρὰ δὲ Μαντινέων οὐ πολὺ λειπομένους τούτων, προῆγον ἐκ τῆς πόλεως τὸ στρατόπεδον. μελλούσης δὲ παρατάξεως γίνεσθαι, οἱ στρατηγοὶ παρʼ ἀμφοτέροις διαπρεσβευσάμενοι τετραμηνιαίους ἀνοχὰς συνέθεντο.
80.5 τοῦ πράξαντος δʼ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, ὁ δὲ βασιλεύς, μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶν τε κινδύνων ἀπέλυσε τὸν Βέλεσυν καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν· ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme