Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

69.3 προαισθομένων δὲ τῶν προἐπιβουλευομένων ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέτυχεν, ἐπὶ δὲ τὰς Μύλας πλεύσας καὶ πολιορκήσας τὸ φρούριον διʼ ὁμολογίας παρέλαβε. καὶ τότε μὲν εἰς Συρακούσσας ἐχωρίσθη, κατὰ δὲ τὰς τῶν καρπῶν συγκομιδὰς πάλιν ἐστράτευσεν ἐπὶ τὴν Μεσσήνην.
71.7 οἱ δʼ Ἀργεῖοι νομίζοντες αὑτοῖς συγχωρηθήσεσθαι τὴν ὅλην ἡγεμονίαν, ἐπέλεξαν τῶν πολιτῶν χιλίους τοὺς νεωτέρους καὶ μάλιστα τοῖς τε σώμασιν ἰσχύοντας καὶ ταῖς οὐσίαις· ἀπολύσαντες δὲ αὐτοὺς καὶ τῆς ἄλλης λειτουργίας καὶ τροφὰς δημοσίας χορηγοῦντες προσέταξαν γυμνάζεσθαι συνεχεῖς μελέτας. οὗτοι μὲν οὖν διὰ τὴν χορηγίαν καὶ τὴν συνεχῆ μελέτην ταχὺ τῶν πολεμικῶν ἔργων ἀθληταὶ κατεστάθησαν.
78.4 ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισθέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων. διόπερ τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυθόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο.
69.4 πλησίον δὲ τῆς πόλεως στρατοπεδεύσας καὶ προσβολὰς συνεχεῖς ποιούμενος οὐδὲν ἀξιόλογον ἴσχυσε βλάψαι τοὺς πολεμίους· καὶ γὰρ τῶν ἐκ Συρακουσσῶν φυγάδων πολλοὶ συνεδεδραμήκεισαν εἰς τὴν πόλιν, οἳ καὶ διὰ τὴν ἰδίαν ἀσφάλειαν καὶ διὰ τὸ πρὸς τὸν τύραννον μίσος ἐκθύμως ἠγωνίζοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme