Thesauros › Literature › History › Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

←
Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Book 5

75.5 πολλῶν δὲ πόλεων ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν, καὶ τῶν μὲν Ἀθηναίων καταφρονουμένων διὰ τὴν περὶ τὸ Δήλιον συμφοράν, τῶν δὲ Λακεδαιμονίων τεταπεινωμένων τῇ δόξῃ διὰ τὴν ἅλωσιν τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ, πολλαὶ πόλεις συνίσταντο, καὶ προῆγον τὴν τῶν Ἀργείων πόλιν ἐπὶ τὴν ἡγεμονίαν.
26.2 ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστʼ εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων.
69.2 δόντων δὲ τῶν Μεσσηνίων τἀργύριον οὐ μόνον διεψεύσατο τοὺς πιστεύσαντας τῆς ἐπαγγελίας, ἀλλὰ καὶ τὴν Μεσσήνην αὐτὴν ἐπεχείρησε καταλαβέσθαι. πυθόμενος γὰρ μέρος τι τοῦ τείχους ἐν αὐτῇ πεπτωκέναι πεζῇ μὲν τοὺς ἱππεῖς ἀπέστειλεν ἐκ Συρακουσσῶν, αὐτὸς δʼ ἀναλαβὼν ναῦς ἡμιολίας νυκτὸς κατέπλευσε πλησίον τῆς πόλεως.
75.6 εἴ͂χε γὰρ ἡ πόλις αὕτη μέγα ἀξίωμα διὰ τὰς παλαιὰς πράξεις· πρὸ γὰρ τῆς Ἡρακλειδῶν κατηλύσεως ἐκ τῆς Ἀργείας ὑπῆρξαν σχεδὸν ἅπαντες οἱ μέγιστοι τῶν βασιλέων· πρὸς δὲ τούτοις πολὺν χρόνον εἰρήνην ἔχουσα προσόδους μεγίστας ἐλάμβανε, καὶ πλῆθος οὐ μόνον χρημάτων εἶχεν, ἀλλὰ καὶ ἀνδρῶν.
26.3 τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme